Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6-5
Not analysed yet
Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνοντες παρενοχλεῖν δόξωμεν τῇ ὑμετέρᾳ ἀγάπῃ, εἰ δοκεῖ, τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, τὸν λόγον ἐνταῦθα καταπαύσωμεν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μεμνῆσθαι τῶν εἰρημένων, ζηλοῦν τῶν παλαιῶν τὴν ἀρετὴν, οὕτω τοὺς παῖδας ἑαυτῶν ἐκδιδόναι, οὕτω τὰς θυγατέρας τοῖς νυμφίοις παραδιδόναι, οὕτω διὰ τῆς οἰκείας ἀρετῆς τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπάσασθαι. Ὅταν γὰρ ἐκεῖνος ἡμῖν εὐμενὴς ᾖ, κἂν ἐπ' ἀλλοτρίας ὦμεν, κἂν πάντων ἔρημοι, κἂν μηδενὶ γνώριμοι, πάντων ἐσόμεθα περιφανέστεροι. Οὐδὲν γὰρ μακαριστότερον ἀνδρὸς ὑπὸ τῆς ἄνωθεν χειρὸς βοηθουμένου. Ἐκείνης γὰρ ἀπολαύων τῆς συμμαχίας καὶ ὁ μακάριος Ἰακὼβ ἐπὶ τοσαύτην κατὰ μικρὸν ηὐξήθη περιφάνειαν, ὡς καὶ αὐτοῖς τοῖς ὑποδεξαμένοις ἐπίφθονος γενέσθαι. Τοῦτο τοίνυν καὶ ἡμεῖς σπουδάζωμεν, ὥστε τῆς ἐκεῖθεν ἀξιοῦσθαι βοηθείας, καὶ μὴ πρὸς τὰς ἀνθρωπίνας καταφεύγωμεν δυναστείας, μηδὲ τὴν τούτων προστασίαν διώκωμεν· οὐδὲν γὰρ ταύτης ἐπισφαλέστερον· καὶ τοῦτο ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἱκανὴ διδάξαι. Καὶ γὰρ ὁρῶμεν καθ' ἑκάστην ἡμέραν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ εἰς τὸ ἐναντίον ἅπαντα περιτρεπόμενα, καὶ τὸν ἐν τῇ ἀνωτάτω εὐημερίᾳ πρὸ μικροῦ τυγχάνοντα, ἀθρόον εἰς ἐσχάτην δυσπραγίαν καταφερόμενον, καὶ τὰ τῶν καταδίκων πολλάκις ὑπομένοντα. Ποίας οὖν ἂν εἴη παρανοίας τούτων μεταδιώκειν τὴν προστασίαν τῶν ἐν τοσαύτῃ ἀδηλίᾳ τυγχανόντων, καὶ οὐδὲ τὰ καθ' ἑαυτοὺς ἱκανῶν ὄντων μετὰ ἀσφαλείας διαθεῖναι; Διὸ πάσης μὲν ἀνθρωπίνης προστασίας ἑαυτοὺς ἀποστήσωμεν, μεμνημένοι καὶ τοῦ προφήτου λέγοντος· Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὁρᾷς ὅτι ὁ τοιοῦτος οὐ μόνον ἀνόητος, ἀλλὰ καὶ ἐπικατάρατος, ἅτε δὴ καταλιπὼν τὸν τῶν ἁπάντων Δεσπότην, καὶ πρὸς τὸν ὁμόδουλον τρέχων, τὸν οὐδὲ ἑαυτῷ ἀρκέσαι δυνάμενον; Φεύγωμεν τοίνυν τὴν κατάραν ταύτην, παρακαλῶ, καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ τὸν Θεὸν μεταστήσωμεν. Αὕτη γὰρ βεβαία καὶ ἀκίνητος καὶ μεταβολὴν οὐκ ἐπιδεχομένη, καθάπερ ἡ ἐπὶ τῶν ἀνθρώπων. Ἢ γὰρ θάνατος ἐνταῦθα διέκοψε τὴν προστασίαν, καὶ γυμνοὺς καὶ ἐρήμους γενέσθαι παρεσκεύασε τοὺς ἐπὶ τοῦτον καταφεύγοντας· ἢ καὶ πρὸ τοῦ θανάτου μεταβολὴ πραγμάτων ἐπελθοῦσα, ἅπαντα ἄκυρα ἀμφοῖν πεποίηκε. Καὶ τούτων τῶν παραδειγμάτων πᾶς γέμει ὁ βίος. Διὸ οὐδὲ συγγνώμης εἰσὶν ἄξιοι, οἱ μετὰ τὴν τοσαύτην πεῖραν ἔτι ἀνθρωπίνῃ προστασίᾳ προστετηκότες, καὶ πολλάκις ὑπ' αὐτῶν δοκούντων εἶναι προστατῶν τὰ μυρία δεινὰ ὑπομένοντες. Τοσαύτη γὰρ τῆς κακίας ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς θεραπεύοντας τοῖς ἐναντίοις ἀμείβεσθαι. Ἐπὶ δὲ τοῦ τῶν ὅλων Θεοῦ ἅπαν τοὐναντίον· καὶ ἀγνωμονοῦντας ἡμᾶς ἑκάστοτε εὐεργετεῖ, καὶ τὴν οἰκείαν ἀπονέμει προστασίαν, οὐ πρὸς τὴν ἡμετέραν ὁρῶν ἀγνωμοσύνην, ἀλλὰ τὴν οἰκείαν ἐν ἅπασι φιλανθρωπίαν μιμούμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.