Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1
Not analysed yet
Τοιαῦτα τοίνυν ὅπλα ἐνδεδυμένοι μὴ φρίττωμεν τὴν πάλην, μηδὲ τὴν συμπλοκὴν φεύγωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμῶμεν. Ὥσπερ γὰρ νηφόντων ἡμῶν οὐκ ἄν ποτε περιγένοιτο ὁ πονηρὸς δαίμων ἐκεῖνος τῆς τῶν ὅπλων δυνάμεως, ἐὰν βουλώμεθα ἄκυρα αὐτοῦ ποιῆσαι τὰ μηχανήματα· οὕτως ἐὰν ῥᾳθυμῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τοῦ πολεμίου τῆς ἡμετέρας σωτηρίας διηνεκῶς ἐγρηγορότος, καὶ πάντα κατὰ τῆς σωτηρίας ἡμῶν διαπραττομένου. Πανταχόθεν τοίνυν ὁπλίζωμεν ἑαυτοὺς, καὶ ῥημάτων φειδόμενοι, καὶ πραγμάτων ἀπεχόμενοι τῶν βλάπτειν ἡμᾶς δυναμένων, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων, καὶ τῆς ἄλλης ἀρετῆς, καὶ τὴν περὶ τοὺς πένητας δαψίλειαν ἐπιδεικνυώμεθα, εἰδότες ὅση τῆς περὶ τούτους θεραπείας ἡμῖν κείσεται ἡ ἀνταπόδοσις. Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ὅρα δανείου φύσιν ξένην καὶ παράδοξον. Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ἑαυτὸν ὑπεύθυνον καθιστάς· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι ἐπὶ τούτου τοῦ δανείου οὐκ ἔστιν ἀγνωμοσύνην ὑποστῆναι, οὐδὲ ἑτέραν τινὰ ζημίαν. Οὐδὲ γὰρ, καθάπερ ἐνταῦθα, ἑκατοστὴν μόνον ὑπισχνεῖται δώσειν, ἀλλὰ ἑκατονταπλασίονα τῶν διδομένων, καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι, καὶ ἐν τῷ μέλλοντι δὲ ζωὴν αἰώνιον. Καὶ ἐπὶ μὲν τοῦ παρόντος βίου εἴ τις ἡμῖν ὑπέσχετο διπλασίονα μόνον τῶν διδομένων ὑφ' ἡμῶν παρασχεῖν, προθύμως ἂν ἅπασαν ἡμῶν τὴν ὕπαρξιν προσηκάμεθα, ὅπου πολλὴ πολλάκις ἡ ἀγνωμοσύνη, πολλαὶ τῶν πλεονεκτούντων αἱ ὑπερβολαί. Καὶ γὰρ καὶ τῶν σφόδρα γνησίων πολλοὶ οὐδὲ αὐτὸ τὸ δανεισθὲν τοῖς δεδωκόσι παρέσχον, ἢ δι' ἀγνωμοσύνην τοῦτο ὑπομείναντες, ἢ καὶ πολλάκις ὑπὸ πενίας κωλυθέντες. Ἐπὶ δὲ τοῦ τῶν ἁπάντων Δεσπότου οὐδὲν τούτων ἐστὶ λογίσασθαι, ἀλλὰ καὶ τὸ δάνειον ἀκέραιον μένει, καὶ ὑπὲρ τῶν καταβαλλομένων ἑκατονταπλασίονα παρασχεῖν ὑπισχνεῖται μετὰ τοῦτο, καὶ τὴν ἐν τῷ μέλλοντι ζωὴν ἡμῖν ταμιεύεται. Τίς οὖν ἡμῖν λοιπὸν ἀπολογία λείπεται μὴ σπεύδουσι καὶ ἐπειγομένοις ἀντὶ τῶν ὀλίγων ἑκατονταπλασίονα λαβεῖν, καὶ ἀντὶ τῶν παρόντων τὰ μέλλοντα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀλλ' ἡδέως θύραις καὶ μοχλοῖς ἐναποκλείουσι τὰ χρήματα, καὶ οὐ βουλομένοις αὐτὰ νῦν προέσθαι τοῖς δεομένοις τὰ ἁπλῶς καὶ εἰκῆ κείμενα, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι τῆς παρ' αὐτῶν προστασίας ἀπολαύσωμεν; Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καὶ οἶδα, ὅτι πολλοὶ οὐ μόνον οὐ προσίενται τὰ παρ' ἡμῶν λεγόμενα, ἀλλὰ καὶ ὡς λῆρόν τινα καὶ μῦθον ἀκούοντες, οὐ προσέχουσι τοῖς ἡμετέροις λόγοις. Ἀλλ' ἐγὼ καὶ διὰ τοῦτο δάκνομαι, καὶ ὀδυνῶμαι, ὅτι οὔτε τῶν πραγμάτων ἡ πεῖρα, οὔτε ἡ τοσαύτη τοῦ Θεοῦ ὑπόσχεσις, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε αἱ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῶν παραινέσεις τῶν τοιούτων καθικέσθαι ἠδυνήθησαν, καὶ οὐ παύσομαι οὐδὲ οὕτω τῆς τοιαύτης συμβουλῆς, μέχρις ἂν τῇ πολλῇ συνεχείᾳ περιγενέσθαι δυνηθῶ, καὶ εἰς νῆψιν αὐτοὺς ἀγαγεῖν, καὶ ἐκ τοῦ κάρου καὶ τῆς μέθης, ἢν ἡ τῶν χρημάτων ἐπιθυμία ἤνεγκε σκοτώσασα τὸν λογισμὸν, ἀνενεγκεῖν. Οἶδα γὰρ, οἶδα ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ τῶν ἡμετέρων λόγων συνέχεια, καὶ ἡ παρὰ τῆς νηστείας ἐπιμέλεια δυνήσεται αὐτοὺς ὀψὲ γοῦν ποτε ἀπαλλάξαι τοῦ χαλεποῦ τούτου νοσήματος, καὶ εἰς τελείαν ὑγίειαν ἐπαναγαγεῖν, ἵνα καὶ αὐτοὶ τῆς ἐπηρτημένης τοῖς τοιούτοις τιμωρίας ἐλευθερωθῶσι, καὶ ἡμεῖς τῆς ἀθυμίας ἀπαλλαγῶμεν, καὶ ὑπὲρ ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.