Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1
Not analysed yet
Ταῦτα τοίνυν ἅπαντα εἰδότες, πρὸ τῶν ἄλλων ἁπάντων τῶν βιωτικῶν περὶ τῆς κατὰ ψυχὴν σωτηρίας διαλεγώμεθα τοῖς πλησίον, εἰς ταύτην αὐτοὺς ἐνάγοντες τὴν μέριμναν. Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, συνεχῶς ταῦτα ἐνηχουμένην τὴν ψυχὴν δυνηθῆναι ἀνενεγκεῖν ἐκ τῆς ἀβύσσου τῶν κακῶν τῶν ἐν τῷ μέσῳ στρεφομένων, καὶ περιγενέσθαι τῆς τῶν παθῶν ἐπαναστάσεως, ἅπερ διηνεκῶς πολιορκεῖ τὴν ἡμετέραν ψυχήν. Καὶ διὰ τοῦτο χρεία ἡμῖν πολλῆς τῆς ἀγρυπνίας, ἐπειδὴ καὶ διηνεκὴς ἡμῖν ἐστιν ὁ πόλεμος, καὶ ἀνακωχὴν οὐδέποτε ἔχων· διὸ καὶ Παῦλος ἔλεγεν Ἐφεσίοις γράφων· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Μὴ νομίσητε, φησὶ, τὸν τυχόντα ἡμῖν προκεῖσθαι ἀγῶνα· οὐ πρὸς ὁμογενεῖς ἡμῖν ἐστιν ἡ πάλη, οὐδὲ ἐξίσης ἡμῖν ἐστι τὰ τῆς παρατάξεως. Καὶ γὰρ σώματι συμπεπλεγμένοι, ταῖς ἀσωμάτοις παλαίειν δυνάμεσι προστετάγμεθα· ἀλλὰ μὴ δείσητε· εἰ γὰρ καὶ ἀνώμαλος ἡ μάχη, ἀλλὰ μεγάλη τῶν ὅπλων τῶν ἡμετέρων ἡ δύναμις. Ἐπήγαγε γὰρ μονονουχὶ λέγων, ἐπειδὴ ἔγνωτε τῶν πολεμίων τὴν φύσιν, μὴ καταπέσητε, μηδὲ ναρκήσητε πρὸς τὴν πάλην· ἀλλὰ Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Πολλαὶ γὰρ αἱ τούτου μεθοδεῖαι, τοῦτ' ἔστιν ὁδοὶ, δι' ὧν ὑποσκελίζειν ἐπιχειρεῖ τοὺς ῥᾳθυμοτέρους, καὶ δεῖ ταύτας ἀκριβῶς ἐπίστασθαι, ὥστε διαφυγεῖν αὐτοῦ τὰς λαβὰς, καὶ μηδεμίαν αὐτῷ παρείσδυσιν ἀφιέναι, ἀλλὰ καὶ γλώττης ἀκρίβειαν ἐπιδείκνυσθαι, καὶ ὀφθαλμῶν ἀσφάλειαν, καὶ διανοίας καθαρότητα, καὶ διηνεκῶς ἐναγώνιον εἶναι, καθάπερ θηρίου τινὸς ἐπιόντος, καὶ λυμήνασθαι ἡμῖν ἐπιχειροῦντος. Διὰ γὰρ τοῦτο καὶ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τῶν ἐθνῶν διδάσκαλος, ἡ γλῶττα τῆς οἰκουμένης, ὁ ὑπὲρ τῆς τῶν μαθητευομένων σωτηρίας ἅπαντα πραγματευόμενος, εἰπὼν, Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πάλιν ἐπήγαγε, πάντοθεν ἡμᾶς περιφράττων, καὶ ἀχειρώτους ἐργαζόμενος, οὕτω λέγων· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Εἶδες πάντα τὰ μέλη ὅπως περιέφραξε, καὶ καθάπερ τις εἰς πόλεμόν τινα μέλλων ἐξαγαγεῖν, οὕτω πρῶτον μὲν τῇ ζώνῃ ἠσφαλίσατο, ὥστε εὔκολον εἶναι ἡμῖν τὸν δρόμον, ἔπειτα τὸν θώρακα ἐνέδυσεν, ἵνα μὴ ὑπὸ τῶν βελῶν πληττώμεθα, καὶ τοὺς πόδας ἠσφαλίσατο, καὶ πανταχόθεν τῇ πίστει περιέφραξεν; Αὕτη γὰρ, αὕτη, φησὶ, καὶ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι δυνήσεται. Τίνα δέ ἐστι τοῦ διαβόλου τὰ βέλη; Αἱ πονηραὶ ἐπιθυμίαι, οἱ ἀκάθαρτοι λογισμοὶ, τὰ πάθη τὰ ὀλέθρια, θυμὸς, βασκανία, φθόνος, ὀργὴ, μῖσος, χρημάτων ἐπιθυμία καὶ ἡ ἄλλη ἅπασα ῥᾳθυμία. Ταῦτα, φησὶν, ἅπαντα σβέσαι δυνήσεται ἡ μάχαιρα τοῦ Πνεύματος. Καὶ τί λέγω σβέσαι; Καὶ τὴν κεφαλὴν αὐτὴν τοῦ πολεμίου ἀποτεμεῖν δυνήσεται. Εἶδες πῶς ἐνεύρωσε τοὺς μαθητευομένους; πῶς κηροῦ μαλακωτέρους ὄντας σιδήρου στεῤῥοτέρους εἰργάσατο; Ἐπειδὴ γὰρ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλὰ πρὸς τὰς ἀσωμάτους δυνάμεις, διὰ τοῦτο οὐδὲ τὰ ὅπλα ἡμῖν σαρκικὰ περιέθηκεν, ἀλλὰ πάντα πνευματικὰ, καὶ οὕτως ἀποστίλβοντα, ὥστε μηδὲ τὴν ἐκ τούτων αἴγλην ἐνεγκεῖν δύνασθαι τὸν πονηρὸν ἐκεῖνον δαίμονα.