Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-12
Not analysed yet
Ὃ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενοι, μήτε συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχομεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετὴν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, οὐδὲ ταύτης ἐπιλαβέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυμούντων χρείαν ἔχει ἡ ἀρετὴ, καὶ ἐκκαιομένων εἰς τὸν περὶ αὑτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ, ἀλλ' ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ' ἡμῖν τιμιωτέραν· διὸ καὶ ἐπήγαγε, Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο τῇ εἰκόνι. Καθάπερ οὖν οἱ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία· καὶ καθάπερ οἱ μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ' ὅσῳ ἂν αὐξομένην ἴδωσιν αὑτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πονηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αἰτίαν γενομένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ τόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι' ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρετῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτοὺς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οἱ πολλοὶ, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῆς ἀναστάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ' ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ' ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ ἀντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, εἰπέ μοι, κόπτεις σαυτὸν καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων, καὶ ἀγροὺς, καὶ οἰκίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλόμενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου εἰρημένον· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτά ἐστι καθ' ἑκάστην ἡμέραν ἰδεῖν γινόμενα; Καὶ ὁ μέν φησιν, Ἐπισκοτεῖ μοι τοῦ δεῖνος ἡ οἰκία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συνῆψε τῷ ἑαυτοῦ. Καὶ τὸ δὴ μεῖζον, καὶ καινὸν, καὶ ξένον, καὶ οὐδὲ συγγνώμην ἔχον, ὅτι ἐν ἑνὶ τόπῳ αὐτὸς καθήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνάμενος, ἢ δι' ἑτέραν τινὰ πραγμάτων περίστασιν, ἢ καὶ ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας πεπεδημένος, πανταχοῦ καὶ ἐν πάσαις, ὡς εἰπεῖν, ταῖς πόλεσι βούλεται ὑπομνήματα τῆς οἰκείας πλεονεξίας κεκτῆσθαι, καὶ στήλας ἀθανάτους τῆς οἰκείας κακίας παρὰ πᾶσιν ἔχειν, καὶ τὰ μὲν ἁμαρτήματα, ἐξ ὧν ἅπαντα ταῦτα συνελέγη, τῇ οἰκείᾳ ἐπιτίθησι κεφαλῇ, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον ἐπιφερόμενος οὐκ αἰσθάνεται· τὴν δὲ ἐκ τούτων ἀπόλαυσιν ἑτέροις παραχωρεῖ, οὐ μετὰ τὴν τῆς ζωῆς μετάστασιν μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐντεῦθεν ἐξόδου. Κἂν γὰρ μὴ ἄκων αὐτῶν γυμνωθῇ, ὑπὸ τῶν ᾠκειωμένων διασπᾶται, ὡς εἰπεῖν, καὶ διασπαράττεται ἅπαντα ταῦτα, καὶ οὐδὲ τοῦ πολλοστοῦ αὐτῶν μέρους ἐν ἀπολαύσει γίνεται. Τί δὲ λέγω ἐν ἀπολαύσει; Ἂν γὰρ βουληθῇ, πῶς ἀρκέσει μίαν ἔχων γαστέρα πρὸς τοσοῦτο πλῆθος χρημάτων;