Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-5
Not analysed yet
Ἀλλὰ τῶν κακῶν ἁπάντων τὸ αἴτιον ἡ κενοδοξία, καὶ τὸ βούλεσθαι τὴν προσηγορίαν ἐπικεῖσθαι τὴν αὑτοῦ τοῖς ἀγροῖς, τοῖς βαλανείοις, ταῖς οἰκίαις. Τί σοι τὸ ὄφελος, ἄνθρωπε, ὅταν μετ' οὐ πολὺ, πυρετοῦ καταλαβόντος, ἀθρόον ἀφιπταμένη ἡ ψυχὴ καταλιμπάνῃ σε ἔρημον καὶ γυμνὸν, μᾶλλον δὲ ἀρετῆς μὲν γεγυμνωμένον, περιβεβλημένον δὲ τὰς ἀδικίας, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τοὺς στεναγμοὺς, τὸν ὀδυρμὸν, τὰ δάκρυα τῶν ὀρφανῶν, τὰς ἐπιβουλὰς, τοὺς δόλους; Πῶς δυνήσῃ τὰ μεγάλα ταῦτα φορτία τῶν ἁμαρτημάτων ἔχων ἐπικείμενα, τὴν στενὴν πύλην ἐκείνην διαβῆναι, τὴν οὐ δυναμένην δέξασθαι τὸν ὄγκον τοῦ τοσούτου μεγέθους; Ἀνάγκη τοίνυν ἔξω μένοντα, καὶ ὑπὸ τῶν φορτίων τούτων βαρούμενον ἀνήνυτα μεταγινώσκειν, ἤδη πρὸ τῶν ὀφθαλμῶν τὰ κολαστήρια ὁρῶντα ηὐτρεπισμένα, καὶ τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν καὶ μηδέποτε σβεννύμενον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον. Ἀλλ' εἴ τις ἡμῖν λόγος τῆς σωτηρίας τῆς ἡμετέρας, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποστῶμεν τῆς κακίας, καὶ τὴν ἀρετὴν μεταδιώξωμεν, τῆς κενοδοξίας ὑπερίδωμεν. Διὰ τοῦτο γὰρ καὶ κενὴ λέγεται, ἐπειδὴ διάκενός ἐστι καὶ οὐδὲν ἔχουσα βέβαιον, οὐδὲ μόνιμον, ἀλλ' ἀπάτη μόνον ὀφθαλμῶν τυγχάνει, πρὶν ἢ φανῆναι ἀφιπταμένη. Ἢ οὐχ ὁρῶμεν τὸν σήμερον ὑπὸ τῶν ῥαβδούχων προπεμπόμενον, καὶ ὑπὸ τῶν δορυφόρων κυκλούμενον, αὔριον πολλάκις δεσμωτήριον οἰκοῦντα, καὶ μετὰ τῶν κακούργων στρεφόμενον; Τί ταύτης τῆς κενῆς καὶ ματαίας δόξης ἀπατηλότερον; Εἰ δὲ καὶ μὴ ἐν τῷ παρόντι τὰ τῆς μεταβολῆς αὐτὸν ἐκδέξηται, ὁ θάνατος πάντως ἐπελθὼν διέκοψε τὴν εὐημερίαν, καὶ ὁ σήμερον σοβῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ εἰς δεσμωτήριον ἐμβάλλων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, καὶ μεγάλα φυσῶν, καὶ τοὺς ἅπαντας ἀνθρώπους ὡς σκιὰς ὁρῶν, ἀθρόον τῇ ἑξῆς κεῖται νεκρὸς ἄπνους, δυσωδίας ἐμπεπλησμένος, μυρίαις κατηγορίαις βαλλόμενος, ὑπὸ τῶν ἀδικηθέντων, ὑπὸ τῶν μηδὲν ἀδικηθέντων, συναλγούντων τοῖς ἀδικηθεῖσι. Τί τοῦ τοιούτου ἐλεεινότερον γένοιτ' ἄν; Καὶ τὰ μὲν συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πολέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων ἀπολογίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας. Διὸ παρακαλῶ, φεύγοντες τὴν κενὴν ταύτην δόξαν, τὴν ἀληθῆ ποθήσωμεν, καὶ διαιωνίζουσαν· καὶ μήτε χρημάτων ἔρως ἡμᾶς ὑποσκελιζέτω, μήτε ἐπιθυμίας φλὸξ κατακαιέτω, μήτε φθόνος καὶ βασκανία τηκέτω, μήτε θυμὸς ἐμπρησμὸν ἡμῖν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα τὰ πονηρὰ καὶ ὀλέθρια πάθῃ τῇ δρόσῳ τοῦ Πνεύματος κατασβέσαντες ὑπερίδωμεν τῶν παρόντων, ποθήσωμεν τὰ μέλλοντα, ἔννοιάν τινα λάβωμεν τῆς μελλούσης ἡμέρας, καὶ πολλὴν τοῦ βίου τὴν ἀκρίβειαν ἐπιδειξώμεθα. Οὐδὲ γὰρ διὰ τοῦτο εἰς τὸν βίον τοῦτον παρήχθημεν, ἵνα μόνον ἐσθίωμεν καὶ πίνωμεν. Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν καὶ πιεῖν γέγονεν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν καὶ πιεῖν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, μήτε ὡς δι' αὐτὸ γενόμενοι οὕτω τῇ γαστρὶ δουλεύωμεν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς· ἀλλὰ τὴν ἐντεῦθεν ἡμῖν τικτομένην βλάβην ἀναλογιζόμενοι, καταστέλλωμεν τῆς σαρκὸς τὰ κινήματα, καὶ μὴ ῥᾳθυμῶμεν, μηδὲ συγχωρῶμεν αὐτὴν κατεξανίστασθαι τῆς ψυχῆς. Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· εἰ τοίνυν ἐκεῖνος ὁ τοσαύτης ἀξιωθεὶς χάριτος, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα ἐδεῖτο τοῦ ὑπωπιάζειν, καὶ δουλαγωγεῖν, καὶ ὑποτάττειν τῇ τῆς ψυχῆς ἐξουσίᾳ, καὶ ὑπὸ τὴν ταύτης ἀρετὴν εἶναι ποιεῖν τοῦ σώματος τὰ σκιρτήματα (ὑπωπιάζει γάρ τις τὸ κατεξανιστάμενον, καὶ δουλαγωγεῖ τὸ ἀφηνιῶν)· τί οὖν ἂν εἴποιμεν ἡμεῖς οἱ πάντων ἔρημοι τῶν ἀγαθῶν, οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; μὴ γὰρ καιρὸν ἐπιθέσεως κέκτηται; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι· ἐπεὶ μηδέ ἐστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος καὶ ἐπεμβαίνοντος ἡμῖν ἐπιθέσεως. Ἀεὶ τοίνυν φροντίζωμεν, ἀεὶ μεριμνῶμεν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας, ἵνα οὕτω δυνηθῶμεν καὶ αὐτοὶ ἀνάλωτοι μεῖναι, καὶ τὰς παρὰ τοῦ πολεμίου μηχανὰς διαφυγόντες τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.