Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-17
Not analysed yet
Οὐδὲ γὰρ ὀλίγος ἐστὶν ὁ τῶν ἡμερῶν ἀριθμὸς ὁ ὑπολειπόμενος, εἰ βουληθείημεν μικρὸν ἀνανῆψαι. Τοῦτο δὲ εἶπον, οὐκ ἐπειδὴ τοσούτου χρόνου μόνον δεῖται τῶν ἡμαρτημένων ἡμῖν ἡ διόρθωσις, ἀλλ' ἐπειδὴ Δεσπότην ἔχομεν φιλάνθρωπον καὶ ἥμερον, καὶ οὐ δεῖται χρόνου πολλοῦ· μόνον ἐὰν μετὰ πολλῆς τῆς θερμότητος καὶ τῆς νήψεως αὐτῷ προσίωμεν, ἀποστήσαντες ἑαυτοὺς τῶν βεβιωμένων ἁπάντων, καὶ προσηλώσαντες τῇ ἄνωθεν ῥοπῇ. Καὶ γὰρ οἱ Νινευῖται τοσούτῳ πλήθει ἁμαρτιῶν βεβαρημένοι, ἐπειδὴ πολλῇ καὶ ἀκριβεῖ τῇ μετανοίᾳ ἐχρήσαντο, οὐκ ἐδεήθησαν πλέον ἢ τριῶν ἡμερῶν πρὸς τὸ ἐκκαλέσασθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἄκυρον ἀποφῆναι. Καὶ τί λέγω, οἱ Νινευῖται; Ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ οὐδὲ μιᾶς ἡμέρας ἐδεήθη. Καὶ τί λέγω μιᾶς ἡμέρας; Οὐδὲ βραχείας ὥρας. Τοσαύτη ἐστὶν ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπία. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τόνον τῆς ἡμετέρας γνώμης, καὶ πόθῳ ζέοντι προσιόντας ἡμᾶς, οὐ μέλλει, οὐδὲ ἀναβάλλεται· ἀλλὰ ταχεῖαν παρέχει τὴν παρ' ἑαυτοῦ φιλοτιμίαν, καὶ λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἂν τοίνυν βουληθῶμεν καὶ ἡμεῖς ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις σπουδήν τινα ἐπιδείξασθαι, καὶ τῇ συμμαχίᾳ τῇ ἀπὸ τῆς νηστείας εἰς δέον χρήσασθαι, καὶ τὴν ῥᾳθυμίαν ἀποτιναξάμενοι, εὐχὰς ἐκτενεῖς ποιήσασθαι πρὸς τὸν Δεσπότην, δάκρυα θερμὰ προχέειν, κατηγορεῖν συνεχῶς τῶν ἡμῖν πεπλημμελημένων, προτιθέναι καθάπερ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἕλκη δεικνύναι, καὶ τὴν παρ' αὐτοῦ ἰατρείαν ἐπιζητεῖν, καὶ τὰ ἄλλα τὰ παρ' ἑαυτῶν εἰσφέρειν, συντριβὴν διανοίας, κατάνυξιν ἀκριβῆ, ἐλεημοσύνην δαψιλῆ, τὰ λοιπὰ πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινοῦν, καὶ ἐξορίζειν τῆς ἡμετέρας ψυχῆς, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκεῖσθαι, μήτε μνησικακεῖν πρὸς τοὺς πλησίον, καὶ ἐχθρωδῶς διακεῖσθαι πρὸς τοὺς ὁμογενεῖς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνεκῶς φυλάττοντα. Τοσαύτη γὰρ ταύτης ἐστὶ τῆς ἁμαρτίας ἡ λύμη, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο. Καὶ ἵνα μάθητε, ὑπομνῆσαι ὑμᾶς βούλομαι τῆς παραβολῆς τῆς ἐν τῷ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖνος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος παρὰ τοῦ δεσπότου, ἐπειδὴ προσέπεσε, καὶ ἐδεήθη, καὶ ἱκέτευσε. Σπλαγχνισθεὶς γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον συνεχώρησεν αὐτῷ. Εἶδες εὐσπλαγχνίαν δεσπότου; Ἐκεῖνος προσέπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι. Μακροθύμησον γὰρ ἐπ' ἐμοὶ, φησὶ, καὶ πάντα σοι ἀποδώσω. Ἀλλ' ὁ ἀγαθὸς δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθεὶς τῷ ἱκέτῃ, οὐχ ὅσον ᾔτησε, τοσοῦτον παρέσχεν, ἀλλ' ὅσον οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾷν καὶ προφθάνειν τὰς ἡμετέρας αἰτήσεις. Ἐκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκτισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, σπλαγχνισθεὶς λοιπὸν ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες τί μὲν ὁ δοῦλος ᾐτήσατο, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ὅρα πάλιν αὐτοῦ τούτου τὴν ἀπόνοιαν. Δέον γὰρ κατὰ τὴν τοσαύτην φιλανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν εἰς αὐτὸν γεγενημένην συμπαθέστατον αὐτὸν καταστῆναι περὶ τοὺς ὁμογενεῖς, ὁ δὲ τὸ ἐναντίον ἐπιδείκνυται. Ἐξελθὼν γὰρ, φησὶν, οὗτος αὐτὸς, ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος. Ἀκούετε, παρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ τούτῳ συμβάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς διανοίας τῆς ἡμετέρας. Οὗτος τοίνυν ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια. Σκόπει πόσον τὸ μέσον. Ὧδε σύνδουλος ὁ ὀφείλων ἑκατὸν δηνάρια, ἐκεῖ δεσπότης ὁ ἀπαιτῶν, καὶ μύρια ἦν τάλαντα· καὶ ὅμως ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ παρακαλοῦντα, συνεχώρησεν· οὗτος δὲ Κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Τί οὖν; Πεσὼν, φησὶν, ὁ σύνδουλος αὐτοῦ. Ὅρα πῶς συνεχῶς στρέφει τὸ ῥῆμα τοῦτο ὁ εὐαγγελιστὴς, Ὁ σύνδουλος αὐτοῦ, οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ αὐτῶν τὸ μέσον. Καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς αὐτὸν ἐποιήσατο, ἣν καὶ οὗτος πρὸς τὸν δεσπότην, λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ, φησὶν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς τὴν φυλακὴν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Ὢ τῆς ἀγνωμοσύνης ὑπερβολή. ἔναυλον ἔχων τὴν μνήμην τῆς τοσαύτης γενομένης φιλοτιμίας, οὐδὲ οὕτως ἠνέσχετο συμπαθές τι λογίσασθαι· ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲ καὶ εἰς δεσμωτήριον ἐνέβαλεν.