Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-7
Not analysed yet
Ἀλλ' ὅρα τί γίνεται. Ἰδόντες δὲ, φησὶν, οἱ σύνδουλοι αὐτοῦ ἐλυπήθησαν· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γινόμενα. Οὐκ ἐκεῖνος ὁ πεπονθὼς, (πῶς γὰρ, καθειργμένος ἐν τῷ δεσμωτηρίῳ;) ἀλλ' οἱ σύνδουλοι, οἱ μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες, οὕτως ἠνιάθησαν, καὶ ἐλθόντες ἅπαντα ἐμήνυσαν. Ἀλλ' ὅρα τοῦ δεσπότου λοιπὸν τὴν ἀγανάκτησιν. Τότε προσκαλεσάμενος αὐτὸν, φησὶ, λέγει· Δοῦλε πονηρέ. Ἀληθῶς ἐντεῦθέν ἐστιν ἰδεῖν ὅσος τῆς μνησικακίας ὁ ὄλεθρος. Ἡνίκα γὰρ τὰ μύρια τάλαντα ἐμεθόδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρὸν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδουλον γέγονεν ἀπηνής. Πονηρὲ δοῦλε, φησὶ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Ὅρα πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν. Μὴ γὰρ πλέον τι ἐπεδείξω; φησίν. Οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δεξάμενός σου τὴν ἱκεσίαν, πᾶσαν ἐκείνην τὴν μεγάλην καὶ ἀπόῤῥητον ὀφειλὴν συνεχώρησα; Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ποίας ἂν εἴης ἄξιος συγγνώμης, εἰ ἐγὼ μὲν ὁ δεσπότης σου τοσοῦτον ὄγκον ὀφειλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα ῥήματα συνεχώρησα, σὺ δὲ τὸν σύνδουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ' ἐμοῦ, ἐπεδείξω τινὰ περὶ αὐτὸν συμπάθειαν, ἀλλ' ἀνελεὴς ἐγένου καὶ ὠμὸς, καὶ ἐλεῆσαι τὸν σύνδουλόν σου οὐκ ἠθέλησας; Διὰ τοῦτο ἐνταῦθα μαθήσῃ διὰ τῆς πείρας ὅσων κακῶν ἑαυτῷ αἴτιος κατέστης. Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς. Ὅρα καὶ νῦν αὐτὸν ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύνδουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὅπερ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτοις τοῖς ὀφειλήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γίνεσθαι. Παρέδωκε γὰρ αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ἕως οὗ, φησὶ, τὰ μύρια τάλαντα, ὧν τὴν συγχώρησιν ἤδη λαβὼν ἀπῆλθε, ταῦτα καταβάλλῃ. Μεγίστη καὶ ἄφατος ἡ τοῦ Θεοῦ φιλανθρωπία· ἡνίκα μὲν γὰρ αὐτὸς ἐμεθόδευεν ἐπειδὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπειδὴ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ὠμὸν καὶ ἀπάνθρωπον γεγονότα, τότε λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνὺς αὐτῷ διὰ τῶν πραγμάτων αὐτῶν, ὡς οὐ τοσοῦτον ἐκεῖνον ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς τοῖς βασανισταῖς παραδέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ οὐ περὶ ταλάντων καὶ περὶ δηναρίων ἁπλῶς εἴρηκεν, ἀλλὰ περὶ ἁμαρτίας ὁ λόγος καὶ μεγέθους πλημμελημάτων, ἵνα μάθωμεν ὅτι ἡμεῖς μὲν μυρίων πλημμελημάτων δίκας ὀφείλοντες τῷ Δεσπότῃ, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγχώρησιν παρ' αὐτοῦ δεχόμεθα. Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ τοὺς ὁμογενεῖς, καὶ τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας ὠμοὶ καὶ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελούμενα μὴ διαλύσωμεν, ἀλλ' ὑπὲρ τῶν εὐτελῶν τούτων πονηρευώμεθα (ὅσον γὰρ ἑκατὸν δηνάρια πρὸς μύρια τάλαντα, τοσοῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δεσπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γινομένων παρὰ τῶν ὁμογενῶν), τότε καὶ τὴν ἀγανάκτησιν ἐπισπασόμεθα τοῦ Δεσπότου, καὶ ὧν πρότερον τὴν συγχώρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὀφείλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ἵνα γὰρ μάθωμεν ἀκριβῶς ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκουε τοῦ ἐπαγομένου· Οὕτω καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, φησὶν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Μέγα τῆς παραβολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τί γὰρ τοσοῦτον ἀφεῖναι δυνάμεθα, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; Καὶ ἡμεῖς μὲν ἐὰν τοῦτο βουληθῶμεν, ὁμοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρτημένα, ἀλλὰ τί; Ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Σκόπει πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρδίαν ἐν γαλήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογισμὸν ἡμῶν ἀτάραχον, καὶ παντὸς ἀπηλλάχθαι πάθους, καὶ πολλὴν τὴν πρὸς τοὺς πλησίον ἡμᾶς ἐπιδείκνυσθαι τὴν φιλαγαθωσύνην. Καὶ ἀλλαχοῦ δὲ πάλιν ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Μὴ τοίνυν νομίσωμεν ἕτερον εὐεργετεῖν, ὅταν τοῦτο ποιῶμεν, ἢ μεγάλην τινὰ εἰς ἐκεῖνον κατατίθεσθαι χάριν. Αὐτοὶ γάρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπολαύοντες, καὶ πολὺ τὸ κέρδος ἑαυτοῖς ἐντεῦθεν προξενοῦντες· ὥσπερ ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνου· μὲν οὐδ' ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διὸ, παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ἀνεχώμεθα τοῖς λελυπηκόσιν ἡμᾶς, ἢ ἑτέρως πως ἀδικήσασι μνησικακεῖν, ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ' ἐννοοῦντες ὅσης ἡμῖν εὐεργεσίας πρόξενοι καὶ παῤῥησίας παρὰ τῷ Δεσπότῃ γίνονται, καὶ πρὸ πάντων ὅτι δαπάνη τυγχάνει τῶν ἡμετέρων ἁμαρτημάτων ἡ πρὸς τοὺς λυπήσαντας καταλλαγὴ, σπεύδωμεν καὶ ἐπειγώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα περὶ τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐεργέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως οἱ γνησίως περὶ ἡμᾶς διακείμενοι καὶ παντὶ τρόπῳ θεραπεύειν σπουδάζοντες ὠφελῆσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία, ἀξίους ἡμᾶς τῆς ἄνωθεν εὐνοίας ἀπεργαζομένη, καὶ τοῦ φορτίου τῶν ἡμαρτημένων ἡμῖν ἐπικουφίζουσα.