Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-2
Not analysed yet
Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν καὶ διὰ τί ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιὰ, καὶ εἴ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τούτων ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλλως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἄν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶμέν τι ἀγαθὸν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώμεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δεσπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πόνον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστεροῦντες. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τι τῶν ἀγαθῶν ἐργαζόμενος, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἄν τε οὖν ἐπιτύχῃ, κἄν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν ἐνταῦθα τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι' αὐτὸ τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνά ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν, καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσειε δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθάπερ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας καταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.