Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-2
Not analysed yet
Εἶδες πῶς καθ' ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν δημιουργὸν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀνθρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργημάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ' ἀξίαν ἐπαινέσαι δυνήσεται· τί ἄν τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ δημιουργοῦ; Καὶ εἶδε, φησὶν, ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς πῶς τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐμπῆξαι βούλεται τῇ διανοίᾳ τῇ ἡμετέρᾳ τῶν λεγομένων τὴν δύναμιν; Ἐχρῆν γὰρ εἰπεῖν, καὶ ἐγένετο ἡμέρα τρίτη. Ἀλλ' ὅρα πῶς καθ' ἑκάστην ἡμέραν οὕτω φησὶ, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη· οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἵνα μὴ συγχέωμεν τὴν τάξιν, μηδὲ νομίζωμεν ἑσπέρας καταλαβούσης τέλος εἰληφέναι τὴν ἡμέραν ἀλλ' ἴδωμεν, ὅτι ἡ μὲν ἑσπέρα τέλος ἐστὶ τοῦ φωτὸς, καὶ ἀρχὴ τῆς νυκτὸς, ὁ δὲ ὄρθρος τέλος τῆς νυκτὸς καὶ πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ ἡμᾶς βούλεται διδάξαι ὁ μακάριος Μωϋσῆς λέγων, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ ταῦτα πολλάκις, καὶ συνεχῶς λέγει ἡ θεία Γραφή. Εἰ γὰρ καὶ μετὰ τὴν τοσαύτην συνέχειαν ἔτι οἱ τῇ πλάνῃ προκατειλημμένοι Ἰουδαῖοι, οἱ πεπωρωμένοι τὴν καρδίαν, φιλονεικεῖν πειρῶνται, καὶ τὴν ἑσπέραν ἀρχὴν τῆς ἐπιούσης ἡμέρας εἶναι νομίζουσιν, ἀπατῶντες ἑαυτοὺς, καὶ παραλογιζόμενοι, καὶ τῇ σκιᾷ ἔτι παρακαθήμενοι, τῆς ἀληθείας οὕτω πᾶσι δήλης γεγενημένης, καὶ τῷ λύχνῳ προσεδρεύοντες, τοῦ ἡλίου τῆς δικαιοσύνης πανταχοῦ τὰς οἰκείας ἀκτῖνας ἀφιέντος, εἰ μὴ τοσαύτῃ τῇ διδασκαλίᾳ μετὰ πολλῆς τῆς ἀκριβείας ἐχρήσατο, τίς ἂν ἤνεγκε τῶν ἀγνωμόνων τὴν φιλονεικίαν; Ἀλλ' ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπίχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῆς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακολουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τούτων φυλακῆς πολλὴν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὕτη ἡ βλάβη, καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα δέ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀνθρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἴ τινα ἔχομεν πλοῦτον πνευματικὸν, τοῦτον κενοῖ, καὶ ἐρήμους ἡμᾶς καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τί οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρισαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι' ἐκείνης, καθάπερ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον. Τοσοῦτόν ἐστι κενοδοξία κακόν.