Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΛΑʹ Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-21
Not analysed yet
Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαντα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησὶν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε, Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, ἀλλ' ἵνα μάθωμεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων παραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξῄει ἐκεῖνα μόνα ἐπιφερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι. Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολλοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχάνων, ἀλλ' ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας. καὶ πάλιν ἐντεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἦν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ' ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερόμενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν ὁρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπὼν, δι' αὐτῶν τῶν ἔργων ἐδιδάσκετο, καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν. Καὶ ἐξῆλθε, φησὶ, πορευθῆναι εἰς γῆν Χαναάν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῆς ἀποδημίας, καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχοντος, ὅτι Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἣν ἐβούλετο αὐτὸν καταστῆσαι. Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω, ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ' ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσασθαι. Ἐπειδὴ γὰρ προεώρα τῆς ἀρετῆς τοῦ δικαίου τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαβεῖν ἐπέταξεν, ἐπειδὴ ἐβούλετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαιστίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον. Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ' ἐν τῇ προαιρέσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσιν ἀδελφοὶ ἐτύγχανον ὅ τε πατριάρχης, καὶ ὁ Ναχὼρ, κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ' ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ' ἑκάστην ἡμέραν ἐδείκνυ δι' αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. Καὶ ἦλθε, φησὶν, εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συχὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν. Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησὶν, Οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πάλιν ὁ μακάριος Μωϋσῆς, ἀλλ' ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκάζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἷς τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσχέρανεν, οὐδὲ εἶπε· Τί τοῦτο; ὁ μετὰ τοσαύτης τιμῆς καὶ θεραπείας διάγων ἐν τῇ Χαῤῥὰν, νῦν ἀναγκάζομαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ' ἐν σκηναῖς καὶ καλύβαις με διάγειν ἀνάγκη, καὶ τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα; Τέως μοι καλὰ τὰ προοίμια· τί χρηστόν ἐστι προσδοκῆσαι λοιπόν; Ἀλλ' οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ' ὁλοκλήρῳ τῇ διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν, ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι' ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας.