Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΛΑʹ Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-9
Not analysed yet
Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μιμήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσκολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν καταστῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς γυναικὸς, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς δὲ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ' ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρὰς πολλάκις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεὶ μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἢ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπέ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλογήν; τίς ἡ λύσσα τὸ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῆς χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κόρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται τῆς ἐπιθυμίας· ἀλλ' ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αἴρεται ἡ φλὸξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβαλέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανακτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, οὕτως ἀμελῶς πρὸς τὴν ἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Καὶ πάλιν· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμένην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τί γὰρ ὄφελος, καθάπερ ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδᾶναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύτην οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ' ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυμοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ' ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τίς ἀξιώσει ἡμᾶς λοιπὸν συγγνώμης, ἢ ἐξαιρήσεται τῆς ἐπικειμένης κολάσεως; Δι' ὃ, παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. Πῦρ γὰρ, φησὶ, φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέννης, ὡς ἡ περὶ ταύτην δαψίλεια. Ἂν ταύτην ἐπιδειξώμεθα κατὰ τοὺς ὑπ' αὐτοῦ δοθέντας νόμους, μηδὲν πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ αὐτῷ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.