Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ ΛΗʹ Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-26
Not analysed yet
Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶσθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν παραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχὴν, καὶ ἀρκοῦσαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομένων. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Καὶ τοῦτό σοι, φησὶ, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑποβάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑποταγήν. Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ. Διὰ γὰρ τοῦτό σοι, φησὶ, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτίθημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφορίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλίψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενοχωρίᾳ διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γάρ σοι ἔσται, φησὶν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱὸν, καὶ τὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται, Ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀσχάλλωμεν, ἐπειδὰν ἀπό τινος περιστάσεως τῶν πραγμάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω συμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ἡμῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλλεσθαι. Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς καρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς ἱκετείας ποιούμενοι. Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Εἶτα προλέγει τοῦ μέλλοντος τίκτεσθαι παιδὸς τὸ ἐπιτήδευμα. Οὗτος ἔσται, φησὶν, ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. Προμηνύει αὐτῇ ὅτι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ἐπιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν εἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην τιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔνοιαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται. Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ Ἅγαρ, ἀνεχώρησεν. Ἀλλ' ὅρα πάλιν τῆς παιδίσκης τὴν εὐγνωμοσύνην. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς, ὁ ἐπιδών με· ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, Φρέαρ οὗ ἐνώτιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράχ. Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε γὰρ, φησὶ, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον. Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμοσύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπιδεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης αὐτὴν ἀξιώσασαν κηδεμονίας; Καὶ ἔτεκε, φησὶν, Ἅγαρ τῷ Ἄβραμ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἅγαρ, Ἰσμαήλ.