Ancient Greek
ΟΜΙΛΙΑ ΛΗʹ Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-12
Not analysed yet
Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι. Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραΰνας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξουσίαν τῆς παιδίσκης αὐτῇ δεδωκὼς, καὶ διὰ τούτου εἰρήνης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη. Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς αὐτήν· Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὅτι ἐὰν νήφωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρωμεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μὲν, μάλιστα δὲ περὶ τὰς ἑαυτῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ' ἑνὸς μόνου γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκποδὼν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ, ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφὴν, καὶ ὁ ἀνὴρ ὡς εἰς λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ. Ἐὰν γὰρ ᾖ κοσμία καὶ ἐπιεικὴς, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυθίαν παρέξει τῷ ἀνδρὶ, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λαβεῖν οὔτε τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ' ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλὰ, καθάπερ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εἰς γαλήνην καταστήσει, καὶ τῇ παρ' ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρέξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐδὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾖ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀνδρὸς, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθὰ, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ' ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σιδήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν ἀνωτάτω περιφάνειαν αὐτοὺς ἀνάξει, τοῦτο καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοικήσεως. Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκότων ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπιδώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἄλλα πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τὴν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.