Ancient Greek
ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-29
Not analysed yet
Πολὺ τῆς παρανομίας αὐτῶν τὸ μέγεθος, καὶ διὰ τοῦτο, ἐπειδὴ ἀνίατός ἐστιν ἡ νόσος, καὶ τὸ τραῦμα οὐδεμίαν θεραπείαν ἐπιδέχεται, ἀπέστειλε Κύριος ἡμᾶς ἐκτρῖψαι αὐτήν. Τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ μακάριος Δαυΐδ· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἐπειδὴ ἀφανίσαι, φησὶ, παραγεγόναμεν πᾶσαν ταύτην τὴν περίχωρον (διὰ γὰρ τὴν πονηρίαν τῶν ἐνοικούντων καὶ ἡ γῆ τὴν τιμωρίαν δέξεται), ἔξελθε σὺ ἐντεῦθεν. Ταῦτα ἀκούσας ὁ δίκαιος, καὶ μαθὼν τὴν αἰτίαν, δι' ἣν παραγεγόνασιν ἄνδρες μὲν τὸ φαινόμενον, ἄγγελοι δὲ τυγχάνοντες καὶ ὑπηρέται τοῦ τῶν ὅλων Θεοῦ, Ἐξελθὼν ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ. Καὶ μὴν ἄνω ἔλεγε τοῖς παρανόμοις ἐκείνοις, ὅτι Ἰδοὺ δύο θυγατέρας ἔχω, αἵτινες οὐκ ἔγνωσαν ἄνδρας· πῶς οὖν ἐνταῦθά φησι, Πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ; Μὴ νομίσῃς ἐναντία εἶναι ταῦτα τοῖς πρότερον παρὰ τοῦ δικαίου ῥηθεῖσιν. Ἔθος γὰρ τοῦτο ἦν τοῖς παλαιοῖς πρὸ πολλοῦ τοῦ χρόνου τὰς μνηστείας ποιεῖσθαι, καὶ πολλάκις καὶ συνοικεῖν ταῖς μνηστευθείσαις, καὶ ἅμα τοῖς γονεῦσι διατρίβειν· ὃ καὶ νῦν ἐστι πολλαχοῦ γινόμενον. Ἐπεὶ οὖν ἤδη τὰ τῆς μνηστείας ἐγεγόνει, διὰ τοῦτο καὶ γαμβροὺς αὐτοὺς ὀνομάζει καί φησι, Τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ· τῇ γνώμῃ γὰρ καὶ τῇ συγκαταθέσει εἰληφότες ἦσαν. Καί φησιν· Ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. Ὅρα πῶς ἐκ τῆς ζύμης ἐκείνης ἦσαν τῆς πονηρᾶς οὗτοι. Καὶ διὰ τοῦτο βουλόμενος ὁ Θεὸς ταχέως ἐλευθερῶσαι τὸν δίκαιον τῆς πρὸς ἐκείνους συγγενείας, οὐ συνεχώρησεν οὐδὲ μιγῆναι αὐτοῖς τὰς θυγατέρας τοῦ δικαίου, ἀλλὰ προανήρπασε μετὰ τῶν πονηρῶν καὶ τούτους, ἵνα ἐξελθὼν ὁ δίκαιος μετὰ τῶν θυγατέρων διαφύγῃ τὴν πρὸς ἐκείνους συγγένειαν. Ἀκούσαντες τοίνυν παρὰ τοῦ δικαίου τὴν φοβερὰν ταύτην ἀπειλὴν, μονονουχὶ διεχλεύαζον, καὶ ἐνόμιζον ληρωδίαν εἶναι τὰ παρ' αὐτοῦ λεγόμενα. Ἀλλ' ὅμως ὁ δίκαιος τὰ παρ' ἑαυτοῦ ἐπλήρου, καὶ ἐπειδὴ ἅπαξ ἐμνηστεύσαντο αὐτοῦ τὰς θυγατέρας, ἐβουλήθη ἐξαρπάσαι αὐτοὺς τῆς τιμωρίας· ἀλλ' ἐκεῖνοι οὐδὲ οὕτως ἠνέσχοντο, ἀλλ' ἐπέμενον τῷ οἰκείῳ τρόπῳ, καὶ ἐμάνθανον λοιπὸν δι' αὐτῶν τῶν ἔργων, ὡς οὐ συμφερόντως αὐτοῖς τοῦ δικαίου τὴν συμβουλὴν ἀπεπέμψαντο. Ἡνίκα δὲ, φησὶν, ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν. Μὴ μέλλε, φησί· δεῖ γὰρ ἤδη τὸν ὄλεθρον τούτοις ἐπιστῆναι. Σαυτὸν οὖν καὶ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας διάσωσον. Ἐκεῖνοι γὰρ οἱ μὴ θελήσαντες πεισθῆναί σου τῇ παραινέσει, οὐκ εἰς μακρὰν τῆς ἀπωλείας κοινωνήσουσι τοῖς λοιποῖς Μὴ τοίνυν μέλλε, ἵνα μὴ καὶ αὐτὸς τῇ ἀπωλείᾳ τῶν παρανόμων τούτων κοινωνήσῃς. Καὶ ἐταράχθησαν ταῦτα ἀκούσαντες οἱ περὶ τὸν Λὼτ καὶ τὴν γυναῖκα καὶ τὰς θυγατέρας· Ἐταράχθησαν, φησὶ, τοῦτ' ἔστιν, ἔμφοβοι γεγόνασιν, εἰς πολλὴν δειλίαν κατέστησαν, ἠγωνίασαν τὴν ἀπειλήν. Διὸ κηδόμενοι τοῦ δικαίου Οἱ ἄγγελοι ἐκράτησαν, φησὶ, τῆς χειρὸς αὐτοῦ. Οὐκ ἔτι λοιπὸν ὡς περὶ ἀνδρῶν διαλέγεται ἡ Γραφὴ, ἀλλ' ἐπειδὴ μέλλουσιν ἐπάγειν τὴν τιμωρίαν, ἀγγέλους αὐτοὺς ὀνομάζει καί φησιν· Ἐκράτησαν τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον. Παρεθάῤῥυναν αὐτοὺς διὰ τῆς ἁφῆς τῆς χειρὸς, καὶ ἐνεύρωσαν αὐτῶν τὴν προθυμίαν, ἵνα μὴ ὁ φόβος διαλύσῃ αὐτῶν τὴν ἰσχύν· διὰ τοῦτο ἐπήγαγεν, Ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον. Ἐπειδὴ γὰρ, φησὶ, σωτηρίας αὐτὸν ἄξιον ἔκρινεν ὁ Κύριος, διὰ τοῦτο καὶ οἱ ἄγγελοι βουλόμενοι νευρῶσαι αὐτῶν τὴν προθυμίαν τῆς χειρὸς αὐτῶν κρατοῦσι, Καὶ ἐξαγαγόντες αὐτοὺς ἔξω εἶπαν· Σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ, εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Ἐπειδὴ, φησὶ, λοιπὸν ἀπηλλάξαμέν σε τῶν παρανόμων τούτων, μηκέτι περιβλέψῃ εἰς τὰ ὀπίσω, μήτε θελήσῃς ἰδεῖν τὰ τούτοις συμβησόμενα, ἀλλὰ σπεῦσον καὶ μακρὰν γενοῦ, ἵνα διαφυγεῖν δυνηθῇς τὴν ἐπαγομένην τούτοις τιμωρίαν. Εἶτα δεδοικὼς ὁ δίκαιος, μήποτε οὐ δυνηθῇ καταλαβεῖν τὸν ὑπ' αὐτῶν ἀφορισθέντα τόπον, καὶ εἰς τὸ ὄρος φθάσαι, φησί· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς εἰς ἐμὲ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, μικρά ἐστιν· ἐκεῖ σωθήσομαι, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ ἅπαξ, φησὶν, ἐκρίνατε τὴν σωτηρίαν χαρίσασθαί μοι, ὑπερβαίνει δέ μου τὴν ἰσχὺν τὸ φθάσαι τὴν τοῦ ὄρους κορυφὴν, πλείονα περὶ ἐμὲ τὴν φιλανθρωπίαν ἐπιδείξασθε, καὶ κουφότερόν μοι τὸν κάματον ποιήσατε. Μήποτε οὖν καταληφθῶ ὑπὸ τῆς ἐπαγομένης τιμωρίας, καὶ κοινωνήσω τῆς δίκης τούτοις, τὴν πόλιν ταύτην τὴν πλησίον ἀφορίσατέ μοι. Εἰ γὰρ καὶ εὐτελής ἐστι καὶ μικρὰ, ἀλλ' ἐκεῖ διασωθεὶς δυνήσομαι ἐν ἀσφαλείᾳ εἶναι λοιπόν. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Ἐδεξάμην σου τὴν ἱκεσίαν, φησὶ, καὶ ποιήσω καὶ τοῦτο, καὶ παρέξω σοι τὸ αἰτηθὲν, καὶ διὰ σὲ καὶ τῆς πόλεως φείσομαι. Σπεῦσον οὖν, καὶ κατάλαβε τὸν τόπον, καὶ σώζου· οὐδὲ γὰρ ποιήσω τι μέχρι τοῦ παραγενέσθαι σε ἐκεῖ. Οὐ γὰρ δυνήσομαι, φησὶ, τοῦ ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἐπειδὴ κήδομαί σου τῆς σωτηρίας, ἀναμενῶ τὴν ἐκεῖ σου ἄφιξιν, καὶ τότε τούτοις ἐπάγω τὴν τιμωρίαν. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Περὶ τὴν τοῦ ἡλίου ἀνατολὴν ἔφθασε τὴν πόλιν· καὶ εὐθέως ἐκείνου ἐντὸς τῆς πόλεως γενομένου, οὗτοι τὴν τιμωρίαν ἐδέχοντο. Ἔβρεξε γὰρ, φησὶ, Κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πᾶν ἀνατέλλον ἐκ τῆς γῆς. Μὴ ξενιζέτω σε, ἀγαπητὲ, τῶν ῥημάτων ἡ συνθήκη· ἰδίωμα γὰρ τοῦτό ἐστι τῆς Γραφῆς, καὶ ἀδιαφόρως οὕτω πολλάκις τίθησι τὰ ῥήματα· ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν. Ἔβρεξε γὰρ, φησὶ, Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, ἵνα εἴπῃ ὅτι Κύριος τὴν τιμωρίαν ἐπήγαγε, καὶ οὐ μόνον τὰς πόλεις κατέστρεψε, καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας, ἀλλὰ καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς ἠφάνισεν. Ἐπειδὴ γὰρ οἱ ταύτην οἰκοῦντες ἄνθρωποι πολὺν τῆς πονηρίας τὸν καρπὸν ἐπεδείξαντο, διὰ τοῦτο καὶ τῆς γῆς, φησὶ, τοὺς καρποὺς ἀχρήστους ἐργάζομαι, ἵνα καὶ ἐκείνων ἀφανισθέντων αὕτη διηνεκὲς ὑπόμνημα γένηται ταῖς μετὰ ταῦτα γενεαῖς, διὰ τῆς οἰκείας ἀκαρπίας πάντας διδάσκουσα τῶν ἐνοικησάντων αὐτῇ τὴν πονηρίαν. Εἶδες ὅσον ἐστὶν ἀρετὴ, καὶ ὅσον κακία, καὶ πῶς ὁ μὲν δίκαιος ἐσώθη, αὐτοὶ δὲ ἀξίαν τὴν τιμωρίαν ἔδοσαν τῆς πονηρίας; Καὶ ὥσπερ ὁ δίκαιος διὰ τὴν οἰκείαν ἀρετὴν καὶ τὰς θυγατέρας διέσωσε, καὶ τῆς πόλεως ἐκείνης τὴν καταστροφὴν διεκώλυσεν· οὕτω καὶ οὗτοι διὰ τὴν ὑπερβολὴν τῆς οἰκείας πονηρίας, οὐ μόνον αὐτοὶ ἀπώλοντο καὶ διεφθάρησαν, ἀλλὰ καὶ τὴν γῆν ἄκαρπον εἰς τὸ ἑξῆς γενέσθαι παρεσκεύασαν. Καὶ ἐπέβλεψεν ἡ γυνὴ, φησὶν, εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Ἐπειδὴ γὰρ ἀκούσασα τῶν ἀγγέλων τῶν διαταττομένων τῷ δικαίῳ, ὥστε μὴ προσέχειν εἰς τὰ ὀπίσω, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπείξεως τὴν ἀναχώρησιν ποιήσασθαι, παρήκουσε τῶν ῥηθέντων, καὶ τὸ παραγγελθὲν οὐκ ἐφύλαξε, διὰ τοῦτο τῆς οἰκείας ῥᾳθυμίας δίδωσι δίκην.