Ancient Greek · ~6 min
ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7-3
Not analysed yet
Ἀλλ' ἡμεῖς ταῦτα ἀκούοντες, πολλὴν τῆς οἰκείας σωτηρίας τὴν πρόνοιαν ποιησώμεθα, καὶ τῆς μὲν ἐκείνων παρανομίας φύγωμεν τὴν μίμησιν· τοῦ δὲ δικαίου τούτου τὴν φιλοξενίαν ζηλώσωμεν καὶ τὴν ἄλλην ἀρετὴν, ἵνα δυνηθῶμεν καὶ τὴν ἄνωθεν ὀργὴν ἀποκρούσασθαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν μετὰ σπουδῆς ταύτην μετιόντα, μὴ πολὺν ἐντεῦθεν κομίσασθαι τὸν θησαυρόν. Καὶ γὰρ οἱ δίκαιοι οὗτοι οὕτω τῆς ἄνωθεν ῥοπῆς ἠξιώθησαν, καὶ ὁ πατριάρχης καὶ ὁ Λὼτ, καὶ ἀνθρώπους νομίζοντες ὑποδέχεσθαι, κατηξιώθησαν καὶ ἀγγέλους ὑποδέχεσθαι, καὶ τὸν τῶν ἀγγέλων Δεσπότην. Ἔξεστι καὶ ἡμῖν, ἐὰν βουλώμεθα, καὶ νῦν αὐτὸν ὑποδέξασθαι. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκὼς, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. Οὕτω τοίνυν τοὺς ξένους ὑποδεχώμεθα, καὶ μὴ πρὸς τὴν τῶν φαινομένων εὐτέλειαν ἀπίδωμέν ποτε. Ἐνίοτε γὰρ, εἰ τοιαύτῃ γνώμῃ τὰ τῆς φιλοξενίας ἐπιδειξώμεθα, καταξιωθησόμεθα καὶ ἡμεῖς τοιούτους ὑποδέχεσθαι, ἄνδρας μὲν νομιζομένους, τῶν ἀγγέλων δὲ τὴν ἀρετὴν μετιόντας· μόνον μὴ περιεργαζώμεθα, μηδὲ πολυπραγμονῶμεν, ἵνα μὴ διαμάρτωμεν τοῦ θησαυροῦ. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος τούτους τοὺς δικαίους αἰνιττόμενος, καὶ διδάσκων ἡμᾶς πῶς ἐπέτυχον τοιαύτης ὑποδοχῆς, φησί· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Τοῦτο γὰρ αὐτοὺς μάλιστα θαυμαστοὺς καὶ μεγάλους ἀπέδειξεν, ὅτι οὐκ εἰδότες αὐτοὺς, τὴν θεραπείαν ἐπεδείκνυντο. Καὶ ἡμεῖς τοίνυν πίστει καὶ εὐλαβείᾳ τὸ πρᾶγμα μετίωμεν, ἵνα καὶ τοῦ θησαυροῦ ἐπιτυχεῖν δυνηθῶμεν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.