Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-31
Not analysed yet
Εἴδετε ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι τοῖς ἑαυτῶν παισίν; ὅπως πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν; Οὐδαμοῦ γραμματεῖα, οὐδαμοῦ συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται, καὶ αἱ αἱρέσεις ἐκεῖναι αἱ τοῖς γραμματείοις ἐντιθέμεναι· Ἐὰν ἄπαις, φησὶ, τελευτήσῃ, ἐὰν τόδε καὶ τόδε συμβῇ· ἀλλὰ παρ' ἐκείνοις οὐδὲν τοιοῦτον, ἀλλὰ τὸ μέγιστον καὶ ἀσφαλὲς γραμματεῖον, τῆς κόρης ὁ τρόπος· οὐδαμοῦ κύμβαλα καὶ χορεῖαι. Καὶ τοῦτο εἴσῃ, ἐπειδὰν πρὸς τὸν νυμφίον τὴν κόρην ἴδῃς ἐπαναχθεῖσαν. Ἀκούσας γὰρ ὁ παῖς ταῦτα, φησὶ, παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, προσεκύνησε τῷ Θεῷ ἐπὶ τὴν γῆν. Ὅρα πῶς καθ' ἕκαστον τῶν γενομένων τῷ Δεσπότῃ τῶν ὅλων τὴν εὐχαριστίαν ἀναφέρει. Αὐτὸς γὰρ ἦν ὁ πάντα προοδοποιῶν, καὶ κατὰ τὸ ῥῆμα τοῦ πατριάρχου, ἄγγελον προαποστείλας ἔμπροσθεν αὐτοῦ, τὰ πάντα αὐτῷ ἐξευμαρίζοντα. Καὶ λοιπὸν μαθὼν ὡς τέλος αὐτῷ τὸ σπουδαζόμενον ἔσχεν, Ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ. Λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημάτων ἐγγυηθεῖσαν τῷ Ἰσαάκ. Τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα, καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τῷ πρωῒ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Ἐπειδὴ πάντα μοι οὕτω κατευωδώθη, φησὶ, καὶ οὐδέν ἐστι λοιπὸν τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὑμῖν τοῦτο ἀρεστὸν ἐφάνη, Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρθένος μεθ' ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Τίνος ἕνεκεν, φησὶν, ὑπερτίθεσθε καὶ διαναβάλλεσθε, τοῦ Θεοῦ τοσαύτην εὐκολίαν ἐν ἅπασί μοι παρεσχηκότος; Ἀπολύσατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Οἱ δὲ, φησὶν, εἶπον· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν αὐτήν. Καὶ ἐκάλεσαν, καὶ εἶπαν αὐτῇ· Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ' αὐτοῦ, καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ, Ἀδελφὴ ἡμῶν εἶ, γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. Ὅρα πῶς καὶ οὗτοι ἀγνοοῦντες σημαίνουσι τῇ κόρῃ τὰ μέλλοντα ἔσεσθαι, τοῦ Θεοῦ τὴν διάνοιαν αὐτῶν πρὸς τοῦτο κατευοδώσαντος. Ἀμφότερα γὰρ αὐτῇ προμηνύουσιν, ὅτι καὶ εἰς χιλιάδας μυριάδων ἔσται, καὶ ὅτι κληρονομήσει τὸ σπέρμα αὐτῆς τὰς πόλεις τῶν ὑπεναντίων. Εἶδες διὰ πάντων δεικνυμένην ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, πῶς καὶ διὰ τῶν ἀπίστων προμηνύεσθαι τὰ μέλλοντα οἰκονομεῖ ὁ τῶν ἁπάντων Δεσπότης; Καὶ ἀναστᾶσα, φησὶ, Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους. Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης; Ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ νῦν πάλιν ἐπιβᾶσαν ἐπὶ τὰς καμήλους. Οὐδαμοῦ ἡμίονοι ἀργύρῳ περιλαμπόμεναι τοὺς τραχήλους, οὐδὲ οἰκετῶν ἐσμὸς, οὐδὲ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Καὶ ἐπορεύθησαν, φησὶ, μετὰ τοῦ ἀνθρώπου. Ὁ δὲ Ἰσαὰκ ἐξῄει ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὰς καμήλους ἐρχομένας. Εἰς τὸ πεδίον, φησὶν, ὁ Ἰσαὰκ διατρίβων ἐθεάσατο τὰς καμήλους. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Ὅρα τῆς κόρης τὴν εὐγένειαν· ἐπειδὴ εἶδε τὸν Ἰσαὰκ, ἐπυνθάνετο τίς εἴη. Καὶ μαθοῦσα ὅτι αὐτός ἐστιν ὁ μέλλων αὐτὴν ἄγεσθαι, περιεβάλλετο, φησὶ, τὸ θέριστρον, καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Ἐνταῦθα σκόπει μοι, ἀγαπητὲ, πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα, οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, καὶ αἱ λοιδορίαι αἱ πάσης ἀσχημοσύνης γέμουσαι, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιείκεια. Εἰσῆλθε δὲ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Ταύτην μιμείσθωσαν αἱ γυναῖκες· τοῦτον ζηλούτωσαν οἱ ἄνδρες· οὕτω τὰς νύμφας ἀγαγέσθαι σπουδαζέτωσαν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων κηλίδων πληρῶσαι συγχωρεῖς τῆς κόρης τὰς ἀκοὰς διὰ τῶν αἰσχρῶν ᾀσμάτων, διὰ τῆς ἀκαίρου πομπῆς ἐκείνης; Οὐκ οἶσθα ὅπως ἡ νεότης εὔκολος πρὸς ὄλισθον; τί τὰ σεμνὰ τοῦ γάμου ἐκπομπεύεις μυστήρια; δέον ἅπαντα ταῦτα ἀπελαύνειν, καὶ τὴν αἰδὼ ἐκ προοιμίων ἐκπαιδεύειν τὴν κόρην, καὶ ἱερέας καλεῖν καὶ δι' εὐχῶν καὶ εὐλογιῶν τὴν ὁμόνοιαν τοῦ συνοικεσίου συσφίγγειν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται· καὶ διὰ πάντων τὰ τῆς ἀρετῆς ἔργα εἰσελεύσεται εἰς τὴν οἰκίαν ἐκείνην, καὶ πᾶσαι τοῦ διαβόλου αἱ μηχαναὶ ἐκποδὼν ἔσονται, καὶ αὐτοὶ μεθ' ἡδονῆς τὸν βίον διάξουσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.