Ancient Greek
ΟΜΙΛΙΑ ΜΘʹ Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-48
Not analysed yet
Πάλιν ὑμᾶς ἐπὶ τὴν συνήθη τράπεζαν ἀναγαγεῖν βούλομαι, καὶ ἐκ τῶν παρὰ τοῦ Μωϋσέως ῥημάτων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι, μᾶλλον δὲ τῶν τοῦ Πνεύματος. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ Μωϋσῆς ταῦτα ἡμῖν ἐξέθετο, ἀλλ' ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχούμενος. Ἴδωμεν οὖν τί καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς βίους ἡμῖν τῶν δικαίων ἐκτίθεται, ἀλλ' ἵνα ζηλώσωμεν τούτων τὴν ἀρετὴν, καὶ μιμηταὶ γενώμεθα τῶν ἐκείνοις κατωρθωμένων. Ἐπειδὴ γὰρ ἡμῖν τὰ κατὰ τὸν πατριάρχην ἀκριβῶς διηγησάμενος, καὶ τὸν τελευταῖον αὐτοῦ ἆθλον τὸν ἐπὶ τῇ τοῦ μονογενοῦς σφαγῇ, διδάξας ἡμᾶς πῶς ἂν τῷ Θεῷ αὐτὸν καλλιέρημα, εἰ καὶ μὴ αὐτῷ ἔργῳ, ἀλλὰ τῇ προθυμίᾳ εἰργάσατο, τέλος ἐπέθηκεν ἐκείνοις τοῖς διηγήμασι· νῦν ἡμῖν ἐκτίθεται τὰ κατὰ τὸν Ἰσαὰκ τὸν σφαγέντα καὶ μὴ σφαγέντα· αἰνίγματι γὰρ ἔοικε τὸ γεγονός. Ἄκουσον γὰρ Παύλου λέγοντος· Πίστει προσενήνοχε τὸν Ἰσαὰκ Ἀβραὰμ πειραζόμενος· καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς, πῶς πίστει ταῦτα πάντα διεπράττετο, καὶ ἐναντία τῇ ὑποσχέσει ὁρῶν τὰ ὑπ' αὐτοῦ γίνεσθαι κελευόμενα, οὐκ ἐταράττετο, φησίν· Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Τί ἐστιν, Ἐν παραβολῇ ἐκομίσατο; Ἐπειδὴ γὰρ αὐτὸν εἰς θυσίαν ἀνήνεγκε, καὶ ἀπηρτισμένην τὴν γνώμην ἐπεδείξατο, αὐτός γε τὸν στέφανον ἀνεδήσατο, καὶ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἡ θυσία διὰ προβάτου ἐπληροῦτο, καὶ ἐδείκνυ διὰ πάντων ὁ τῶν ὅλων Θεὸς τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ὅτι οὐ σφαγῆναι τὸν Ἰσαὰκ βουλόμενος τοῦτο ἐπέταττεν, ἀλλὰ τοῦ δικαίου γυμνάζων τὴν ὑπακοήν. Ἀλλ' ὥσπερ εἴδομεν τοῦ πατριάρχου τὴν ἀρετὴν διὰ πάντων λάμπουσαν, φέρε καὶ τὰ κατὰ τὸν Ἰσαὰκ σήμερον εἰς μέσον προθέντες, ἴδωμεν ὅπως καὶ αὐτὸς τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης διὰ πάντων ἐπιδείκνυται. Ἄξιον δὲ καὶ αὐτῶν ἐπακοῦσαι τῶν τῆς Γραφῆς ῥημάτων. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν δὲ Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν παρέργως τίθησι. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν χρόνον τοῦ Ἰσαὰκ ἐπισημαίνεται, καί φησιν, Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ' ἐπειδὴ μέλλει μετὰ ταῦτα τῆς Ῥεβέκκας ἡμῖν διηγεῖσθαι τὴν στείρωσιν, καὶ ὅτι ἐξ εὐχῆς τοῦ δικαίου τὰ τῆς παιδοποιίας αὐτῇ γέγονε, βούλεται διδάξαι ἡμᾶς τὸ μέγεθος τῆς ὑπομονῆς τοῦ Ἰσαὰκ, καὶ σημᾶναι τὸν χρόνον ἀκριβῶς, ὅσον ἐν ἀπαιδίᾳ γέγονεν· ἵνα καὶ ἡμεῖς ζηλοῦντες τὸν δίκαιον, οὕτω προσεδρεύωμεν ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις, ἐπειδὰν αἰτῶμέν τι παρ' αὐτοῦ. Εἰ γὰρ ὁ δίκαιος οὗτος ἐνάρετος ὢν, καὶ τοσαύτης εὐνοίας ἀπολαύων παρὰ τοῦ Θεοῦ, τοσαύτην ἐπεδείκνυτο σπουδὴν καὶ εὐτονίαν, τὸν Θεὸν διηνεκῶς παρακαλῶν, ὥστε λῦσαι τῆς Ῥεβέκκας τὴν στείρωσιν, τί ἂν εἴποιμεν ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ μηδὲ τὸ πολλοστὸν τοῦ δικαίου τούτου μέρος ἐπιδεικνύμενοι, ἀλλὰ κἂν πρὸς ὀλίγον σπουδήν τινα ἐπιδειξώμεθα, ναρκῶντες καὶ ἀποπηδῶντες, εἰ μὴ θᾶττον εἰσακουσθείημεν; Διὰ τοῦτο, παρακαλῶ, ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδευόμενοι, μηδέποτε παυώμεθα τὸν Θεὸν παρακαλοῦντες ὑπὲρ τῆς συγχωρήσεως τῶν οἰκείων πλημμελημάτων, ἀλλὰ θερμὴν καὶ ζέουσαν προθυμίαν ἐπιδεικνυώμεθα καὶ μὴ ἀσχάλλωμεν, μηδὲ ὀκνηρότεροι γινώμεθα, εἰ μὴ θᾶττον εἰσακουσθείημεν. Ἴσως γὰρ, ἴσως σοφιζόμενος ἡμῶν τὴν διηνεκῆ προςεδρίαν ὁ Δεσπότης, διαναβάλλεται, βουλόμενος καὶ τῆς ὑπομονῆς ἡμᾶς κομίσασθαι τὸν μισθὸν, καὶ τὸν καιρὸν εἰδὼς, καθ' ὃν λυσιτελές ἐστιν ἡμῖν τῶν σπουδαζομένων ἐπιτυχεῖν. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἑαυτοῖς, ὡς αὐτὸς ἀκριβῶς ἐπίσταται, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου ἐπιστάμενος. Δι' ὃ προσήκει μηδὲν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τῶν παρὰ τοῦ Θεοῦ γινομένων, ἀλλὰ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ θαυμάζειν τῶν δικαίων τὰς ἀρετάς. Ἐπειδὴ γὰρ εἶπεν ἡμῖν ἡ θεία Γραφὴ, ὅσων ἐτῶν ἦν Ἰσαὰκ, λέγει καὶ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Θέα μοι τοῦ δικαίου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε χωλεύουσαν τὴν φύσιν, ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν ἔδραμε, καὶ τὰ δεσμὰ τῆς φύσεως διὰ τῆς εὐχῆς λύειν ἠπείγετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν. Ἓν τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν, βίου οὖσα θαυμαστοῦ καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ πολλῆς τῆς σωφροσύνης ἀμφότεροι ἐπιμελούμενοι, στεῖρα ἦν; Οὐκ ἔχομεν ἐπιλαβέσθαι αὐτῶν τῆς ζωῆς, καὶ εἰπεῖν, ὅτι τῶν ἁμαρτιῶν ἦν ἔργον ἡ στείρωσις. Καὶ ἵνα μάθῃς τὸ θαυμαστὸν, ὅτι οὐκ αὐτὴ μόνον στεῖρα ἦν, ἀλλὰ καὶ ἡ μήτηρ τοῦ δικαίου ἡ Σάῤῥα· καὶ οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ ἡ νύμφη, τοῦ Ἰακὼβ ἡ γυνὴ, ἡ Ῥαχὴλ λέγω. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός; Πάντες δίκαιοι, πάντες ἐνάρετοι, πάντες ὑπὸ Θεοῦ μαρτυρούμενοι. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὁ μακάριος δὲ Παῦλός φησι· Δι' ὃ οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ ἦσαν μέχρι πολλοῦ τοῦ χρόνου.