Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-15
Not analysed yet
Ὅρα γὰρ τί φησιν· Ἐγενόμην τῆς ἡμέρας συγ καιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπ' ἐμοῦ. Τίς ἂν τοῦτο νῦν δυνηθείη εἰπεῖν, ὅτι διὰ τὴν σωτηρίαν τῶν ὑπ' αὐτοῦ ποιμαινομένων κινδύνους ἀνεδέξατο καὶ ταλαιπωρίας; Τῶν μὲν νῦν οὐδεὶς ἂν τοῦτο εἰπεῖν τολμήσειε. Παύλῳ δὲ μόνῳ ἔξεστι ταῦτα μετὰ παῤῥησίας λέγειν, καὶ τούτων μείζονα, τῷ διδασκάλῳ τῆς οἰκουμένης. Καὶ ποῦ, φησὶ, Παῦλος ταῦτα ὑπέμεινεν; Ἄκουε αὐτοῦ λέγοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὢ ποιμένος φιλοστοργία, Τὰ ἑτέρων, φησὶ, πτώματα ἐμοὶ ἐπιτείνει τὰς ἀλγηδόνας· τὰ ἑτέρων σκάνδαλα ἐμοὶ τὴν κάμινον τῆς ὀδύνης ἀνάπτει. Τοῦτον ἅπαντες ζηλούτωσαν οἱ τὴν τῶν λογικῶν προβάτων ἐγκεχειρισμένοι προστασίαν, καὶ μὴ χείρους γενέσθωσαν τοῦ περὶ τὴν τῶν ἀλόγων πρόνοιαν τοσαύτην ἀγρυπνίαν ἐπιδειξαμένου, καὶ ἐπὶ τοσοῦτον ἐτῶν ἀριθμόν. Ἐκεῖ μὲν γὰρ κἂν ῥᾳθυμία τις γένηται, οὐδὲν τὸ βλάβος· ἐνταῦθα δὲ κἂν ἓν πρόβατον λογικὸν ἀπόληται, ἢ θηριάλωτον γένηται, πολλὴ ἡ ζημία, μεγίστη ἡ βλάβη, ἄφατος ἡ κόλασις. Εἰ γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος τὸ αἷμα τὸ ἴδιον ἐκχέαι ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, ποίας ἂν εἴη ὁ τοιοῦτος συγγνώμης ἄξιος, ὁ τὸν οὕτω τιμηθέντα παρὰ τοῦ Δεσπότου παρορᾷν ἀνεχόμενος, καὶ μὴ τὰ παρ' ἑαυτοῦ πάντα πληρῶν εἰς τὴν τοῦ προβάτου ἐπιμέλειαν; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ταῦτά μοι, φησὶν, εἴκοσιν ἔτη εἰμὶ ἐν τῇ οἰκίᾳ σου. Ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάδας. Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ ἦν μετ' ἐμοῦ, νῦν ἄν με κενὸν ἐξαπέστειλας. Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς, καὶ ἤλεγξέ σε χθές. Ὅρα πῶς τὰ παρὰ τοῦ Λάβαν ὁμολογηθέντα παρεθάῤῥυνε τὸν δίκαιον, καὶ μετὰ παῤῥησίας τὸν ἔλεγχον ποιεῖται. Οἶδας, φησὶν, ὅπως τῶν εἴκοσιν ἐτῶν τὸν ἀριθμὸν ἐδούλευσά σοι, ὑπὲρ τῶν θυγατέρων σου τὰ δεκατέσσαρα ἔτη, ἐν δὲ τοῖς προβάτοις τὰ ὑπόλοιπα· καὶ ὅμως ἀποστερῆσαί με κατεδέξω τὸν μισθὸν, καὶ οὐδὲν ὑπὲρ τούτου ἐνεκάλεσα; Τοῦτο δὲ, ἐξ ὧν αὐτὸς ὡμολόγησας, οἶδα, ὅτι εἰ μὴ ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ ἦν μοι βοηθὸς, νῦν ἄν με κενὸν ἐξαπέστειλας, ἔρημον, καὶ πάντα ἂν ἀφείλω ἀπ' ἐμοῦ, καὶ τὴν ἀδικίαν, ἣν προέθου, εἰς ἔργον ἂν ἤγαγες. Ἀλλ' ὁ Θεὸς ὁ εἰδὼς Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου. Τί ἐστι, Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου; Ἐπειδὴ ᾔδει ὁ Θεὸς, ὅπως μὲν ἐγὼ μετὰ πολλῆς τῆς εὐνοίας τὴν δουλείαν ἐποιησάμην, καὶ τὸν κόπον ὅσον ὑπέμεινα ποιμαίνων τὰ πρόβατα, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φροντίζων διετέλουν, πρὸς ἐκεῖνα ἰδὼν ὁ φιλάνθρωπος Δεσπότης χθὲς ἤλεγξέ σε, ἐπέσχε τῆς κατ' ἐμοῦ ἀδικίας καὶ τῆς ἀλογίστου ὁρμῆς. Ἱκανῶς ἐν τάξει ἀπολογίας καθίκετο τοῦ Λάβαν, καὶ μετὰ τὸ ἐλέγξαι τὴν εἰς αὐτὸν ἀδικίαν, καὶ τὰς παρ' αὐτοῦ εἰς αὐτὸν εὐεργεσίας ἀπηριθμήσατο. Διὸ αἰδεσθεὶς ἐκεῖνος τὰ παρ' αὐτοῦ εἰρημένα, λοιπὸν καὶ εἰς δειλίαν καθίσταται, καὶ συνθήκας ἀπαιτῆσαι βούλεται παρὰ τοῦ δικαίου. Ὅρα Θεοῦ κηδεμονίαν. Ὁ οὕτω παρεσκευασμένος, καὶ μετὰ τοσαύτης ὁρμῆς τὴν καταδίωξιν ποιησάμενος, εἰς τοσαύτην κατέστη δειλίαν, ὡς τὰς παρ' αὐτοῦ συνθήκας ἐπιζητεῖν. Ἀποκριθεὶς γὰρ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου, θυγατέρες μου, καὶ οἱ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου, κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον, ἢ τοῖς τέ κνοις αὐτῶν τοῖς τεχθεῖσιν; Οἶδα ὅτι καὶ αἱ θυγατέρες, φησὶν, ἐμαί εἰσι, καὶ πάντα ὅσα σοί ἐστιν, ἐκ τῆς ὑπάρξεως τῆς ἐμῆς προσεγένετό σοι. Τί οὖν ποιήσω ταύταις σήμερον, ἢ τοῖς ὑπ' αὐτῶν τεχθεῖσι; Νῦν δεῦρο, διαθώμεθα διαθήκην ἐγώ τε καὶ σὺ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ τε καὶ σοῦ. Συνθήκας, φησὶ, ποιησώμεθα, Καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἰς ἔλεγχον, εἰς ἀπόδειξιν. Εἶπε δὲ αὐτῷ· Εἴ τις παραβῆναι τὰ νῦν παρ' ἡμῶν προταθέντα ἐπιχειρήσειεν, Ἰδοὺ οὐδεὶς μεθ' ἡμῶν· ὁ δὲ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.