Ancient Greek
ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8.1-6
Not analysed yet
Σκόπει πῶς κατὰ μικρὸν ὁ Λάβαν καὶ εἰς θεογνωσίαν ἐνάγεται. Ὁ γὰρ τὴν κλοπὴν πρὸ τούτου τῶν θεῶν αὐτοῦ ἐπιφέρων τῷ δικαίῳ, καὶ τοσαύτην ἔρευναν ποιησάμενος, νῦν φησιν· Ἐπειδὴ οὐδείς ἐστι μεταξὺ ἡμῶν ὁ δυνάμενος, εἴ τι μετὰ ταῦτα γένοιτο, μαρτυρῆσαι τοῖς νῦν παρ' ἡμῶν γινομένοις, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος πάρεστιν, ὁ τὰ πάντα ὁρῶν, ὃν οὐδὲν λαθεῖν δύναται, ὁ τὴν ἑκάστου γνώμην ἐπιστάμενος. Λαβὼν δὲ, φησὶν, Ἰακὼβ ἔστησε στήλην, καὶ ἐποίησε βουνὸν, καὶ ἔφαγον ἐπὶ τοῦ βουνοῦ. Εἶτα εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τί ἐστιν, Ὁ βουνὸς οὗτος; Ἀντὶ τοῦ, τὰ ῥήματα τὰ ἐνταῦθα γινόμενα ἐν τῷ βουνῷ τούτῳ ὑπόμνησις ἡμῖν ἔσται διηνεκῶς. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βουνὸς μαρτυρίου. Εἶτά φησιν· Ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Σκόπει πῶς πάλιν τὴν παρὰ τοῦ Θεοῦ δίκην ἐπικαλεῖται ὁ Λάβαν· Ἐπίδοι γὰρ, φησὶν, ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος τοῦ ἑτέρου. Νῦν, φησὶ, χωρισθησόμεθα, καὶ σὺ μὲν ἀπελεύσῃ εἰς τὴν οἰκείαν γῆν, ἐγὼ δὲ ἐπανελεύσομαι εἰς τὸν οἶκον τὸν ἐμόν. Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβοις γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ' ἡμῶν ἐστιν ὁ ὁρῶν· Θεὸς μάρτυς. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὸν Θεὸν καλεῖ μάρτυρα. Καὶ γὰρ ἡ πρόνοια ἡ περὶ τὸν Ἰακὼβ γεγενημένη ἐπαίδευσεν αὐτὸν, ὅση τοῦ Δεσπότου ἡ δύναμις, καὶ ὡς οὐχ οἷόν τέ τι λαθεῖν τὸν ἀκοίμητον ὀφθαλμόν. Διὰ τοῦτό φησι· Κἂν διαχωρισθῶμεν, κἂν μηδεὶς ἕτερος ὁ μαρτυρῆσαι δυνάμενος, αὐτὸς ἔσται μάρτυς ὁ πανταχοῦ παρών· δι' ἑκάστου τῶν ῥημάτων ἐνέφηνεν, ὅτι τῆς πανταχοῦ γῆς ἐστι Δεσπότης. Καὶ εἶπεν Ἰακώβ· Ἰδοὺ ἡ στήλη αὕτη μαρτυρεῖ. Εἶτα πάλιν ὁ Λάβαν φησίν· Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ, μήτε σὺ διαβῇς πρὸς ἐμὲ τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Θέα πῶς μετὰ τοῦ πατρὸς καὶ τὸν πάππον τὸν ἑαυτοῦ συνῆψεν, ἀδελφὸν μὲν τοῦ πατριάρχου τυγχάνοντα, ἑαυτοῦ δὲ πάππον. Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει, καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἔθυσε θυσίαν ἐν τῷ ὄρει· ηὐχαρίστησε, φησὶ, τῷ Θεῷ ἐπὶ τοῖς γεγονόσι· Καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἀναστὰς δὲ Λάβαν τῷ πρωῒ κατεφίλησε τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Εἶδες, ἀγαπητὲ, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅπως κατὰ ταὐτὸν καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπεδείξατο, κἀκεῖνον ἀπέστησε τῆς κατ' αὐτοῦ ἀδικίας, καὶ δι' ὧν αὐτῷ παρεγγύησε μὴ λαλῆσαι πονηρὰ κατὰ τοῦ Ἰακὼβ, εἰς τὴν τῆς θεογνωσίας ὁδὸν κατὰ μικρὸν αὐτὸν ἐνήγαγε, καὶ ὁ καθάπερ θηρίον ἐπιτρέχων, καὶ φθάσαι βουλόμενος καὶ ἀνελεῖν, ἀπολογησάμενος καὶ καταφιλήσας καὶ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς αὐτῶν, οὕτως οἴκαδε ὑπέστρεψε; Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, ἀλλὰ τῆς ἱστορίας εἰς τὴν ἀνάγκην ἡμᾶς ταύτην καταστησάσης. Διόπερ ἐνταῦθα στήσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, ὥστε πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἵνα τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἐὰν γὰρ ἐκεῖνον ἔχωμεν εὐμενῆ, πάντα ἡμῖν ῥᾴδια ἔσται καὶ εὔκολα, καὶ οὐδὲν ἡμᾶς τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, κἂν λυπηρὸν εἶναι δοκῇ. Τοσαύτη γὰρ τῆς αὐτοῦ δυνάμεως ἡ ὑπερβολὴ, ὡς καὶ αὐτὰ τὰ λυπηρὰ εἰς τὸ ἐναντίον περιτρέπειν, ὅταν βούληται. Οὕτω καὶ Παῦλος ἐν θλίψεσιν ὢν ἔχαιρε καὶ ἠγάλλετο τῇ προσδοκίᾳ τῶν ἀποκειμένων ἀμοιβῶν πτερούμενος. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν, Ἐν θλίψει ἐπλάτυνάς μοι, διδάσκων ἡμᾶς, ὅτι ἐν αὐτῇ τῇ θλίψει τυγχάνοντα ἀδείας καὶ ἀνέσεως αὐτὸν ἀπολαύειν παρεσκεύαζεν ὁ Θεός. Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω δυνατὸν, οὕτως εὐμήχανον καὶ σοφὸν, οὕτω φιλάνθρωπον, τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ τῆς ἀρετῆς πολὺν ποιώμεθα λόγον, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.