Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-2
Not analysed yet
Ἀλλ' ἡμεῖς μηδὲ οὕτως ἀπογνῶμεν τῆς σωτηρίας αὐτῶν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ μετὰ πάσης προθυμίας καὶ μακροθυμίας αὐτοῖς διαλεγώμεθα, δεικνύντες καὶ τοῦ πράγματος τὴν ἀτοπίαν, καὶ τῆς βλάβης τὸ μέγεθος, καὶ μηδέποτε ἀπαγορεύωμεν αὐτῶν τὴν σωτηρίαν. Εἰκὸς γὰρ αὐτοὺς πεισθήσεσθαι τοῦ χρόνου προϊόντος, καὶ μάλιστα ἂν ἡμεῖς οὕτω πολιτευώμεθα, ὡς μηδεμίαν αὐτοῖς παρέχειν λαβήν. Πολλοὶ γὰρ τούτων, ἐπειδὰν ἴδωσί τινας τῶν μεθ' ἡμῶν τεταγμένων, τῷ ῥήματι μὲν καὶ τῇ προσηγορίᾳ Χριστιανοὺς ὀνομαζομένους, ὁμοίως δὲ ἐκείνοις ἁρπάζοντας, πλεονεκτοῦντας, βασκαίνοντας, ἐπιβουλεύοντας, δόλους ῥάπτοντας, τὰ ἄλλα ἅπαντα ἐργαζομένους, τρυφῇ καὶ ἀδηφαγίᾳ προσέχοντας, οὐκέτι οὐδὲ τὴν ἀπὸ τῶν λόγων νουθεσίαν προσίενται, νομίζοντες ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ τοῖς αὐτοῖς ἅπαντας ὑπευθύνους εἶναι. Ἐννόει μοι τοίνυν πόσων ἂν οἱ τοιοῦτοι γένοιντο κολάσεων ἄξιοι, ὅταν μὴ μόνον ἑαυτοῖς ἐπισωρεύωσι τὸ πῦρ τὸ ἄσβεστον, ἀλλὰ καὶ ἑτέροις αἴτιοι γένωνται τοῦ τῇ πλάνῃ προσηλῶσθαι, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ἀποφράττειν τὰ ὦτα, καὶ μετὰ τούτου καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσι διαβολῆς ἀφορμὴν παρέχουσι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅταν δι' αὐτῶν ὁ Δεσπότης βλασφημῆται. Ὁρᾷς ὅση τῆς κακίας ἡ λύμη; ὁρᾷς ὡς οὐ τῇ τυχούσῃ κολάσει ὑπευθύνους ἑαυτοὺς καθιστῶσιν οἱ τὴν κακίαν μετιόντες, ἀλλὰ καὶ σφόδρα βαρυτάτῃ, εἴγε μέλλοιεν ὑπὲρ ἁπάντων εὐθύνας ὑπέχειν, οὐ μόνον ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῶν πεπλανημένων σκανδάλου, καὶ ὑπὲρ τῆς κατηγορίας τῶν τὴν ἀρετὴν μετιόντων, καὶ ὑπὲρ τῆς εἰς τὸν Θεὸν βλασφημίας; Ταῦτα δὴ πάντα ἐννοοῦντες μὴ ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς κατὰ Θεὸν πολιτείας πολλὴν ποιώμεθα τὴν φροντίδα, εἰδότες ὅτι ἐντεῦθεν μάλιστα ἢ κατακρινόμεθα, ἢ τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιούμεθα. Οὕτω τοίνυν πάντα πράττωμεν, ὥστε καὶ ἡμᾶς ἀγαθῷ συνειδότι συζῇν, καὶ τοὺς ἔτι πλανωμένους διὰ τῆς ἡμετέρας κατὰ Θεὸν ἀναστροφῆς ἐπὶ τὴν ἀλήθειαν χειραγωγεῖν, καὶ δι' ἡμῶν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μεθ' ἡμῶν τεταγμένους χρηστῆς εὐφημίας ἀπολαύειν, καὶ πρὸ τούτων ἁπάντων δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ πλείονα τὴν περὶ ἡμᾶς ἐπιδείκνυσθαι κηδεμονίαν. Ὅταν γὰρ εἰς ἡμᾶς ὁρῶντες οἱ ἄνθρωποι κερδαίνωσι, καὶ τὴν εἰς τὸν Θεὸν εὐφημίαν ἀναφέρωσι, πλείονος καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς παρ' αὐτοῦ ῥοπῆς. Τί γὰρ ἂν εἴη μακαριώτερον ἀνθρώπου, ὅταν οὕτω πολιτεύηται, ὥστε τοὺς ὁρῶντας ἐκπλήττεσθαι, καὶ λέγειν, Δόξα σοι, ὦ Θεός· ποταποί εἰσιν οἱ Χριστιανοί; πόσην ἐπιδείκνυνται φιλοσοφίαν; πῶς ὑπερορῶσι τῶν παρόντων; πῶς ἅπαντα σκιὰ αὐτοῖς καὶ ὄναρ νενόμισται, καὶ οὐδενὶ τῶν ὁρωμένων προστετήκασιν, ἀλλὰ καθάπερ ἐν ξένῃ πολιτευόμενοι, οὕτως ἅπαντα διαπράττονται, καθ' ἑκάστην ἡμέραν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἐπειγόμενοι; Πόσην οἴει τὰ ῥήματα ταῦτα κομίζειν τοῖς οὕτω πολιτευομένοις ἐντεῦθεν ἤδη τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτοὶ οἱ ταῦτα περὶ ἡμῶν ψηφιζόμενοι ταχέως τῆς πλάνης ἀποστήσονται, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήξουσι. Τοῦτο δὲ ὅσην τοῖς τοιούτοις ἐκεῖ τὴν παῤῥησίαν προξενεῖ παντί που δῆλόν ἐστιν. Εἰδότες τοίνυν, ὡς ὑπεύθυνοι καὶ τῆς ὠφελείας καὶ τῆς βλάβης τῶν πλησίον ἐσμὲν, οὕτω τὸν ἑαυτῶν οἰκονομῶμεν βίον, ὡς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις διδασκαλίας ὑπόθεσις γίνεσθαι, ἵνα καὶ ἐνταῦθα πολλὴν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασώμεθα, καὶ ἐν τῷ μέλλοντι δαψιλῶς ἀπολαύσωμεν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.