Ancient Greek
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-4
Not analysed yet
Ἵνα δὲ μάθῃς τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ τὸ γένος τὸ ἡμέτερον ἐπιδείκνυται, ἐπειδὴ ἐξέτεινε τὸν οὐρανὸν, ἥπλωσε τὴν γῆν, ἐδημιούργησε τὸ στερέωμα, καθάπερ τι μέσον τειχίον τὴν διαίρεσιν τῶν ὑδάτων ἐργαζόμενον, εἶτα τὴν συναγωγὴν τῶν ὑδάτων γενέσθαι προστάξας, τὰ μὲν θαλάσσας ὠνόμασε, τὴν δὲ ξηρὰν γῆν, εἶτα ταύτην ἐκαλλώπισε ταῖς τῶν σπερμάτων ἀναδόσεσι, καὶ τῶν λοιπῶν βοτανῶν. Μετῆλθε πάλιν ἐπὶ τὴν τῶν δύο μεγάλων φωστήρων δημιουργίαν, καὶ τῶν ἀστέρων τὴν ποικιλίαν, δι' αὐτῶν τὸ κάλλος τοῦ οὐρανοῦ κατακοσμήσας· εἶτα τὰ ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα παραγαγὼν, καὶ τὰ πετεινὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ πληρώσας τῶν πέντε ἡμερῶν τὸν ἀριθμὸν, ἐπειδὴ ἐχρῆν καὶ τὰ ἀπὸ τῆς γῆς ζῶα δημιουργηθῆναι, προστάξας καὶ ταῦτα ἀναδοθῆναι, τά τε πρὸς τροφὴν ἐπιτήδεια, τά τε πρὸς τὴν ὑπηρεσίαν χρήσιμα, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, τότε λοιπὸν ἐπειδὴ πάντα κατεκόσμησε, καὶ τὴν προσήκουσαν ἐπέθηκεν εὐταξίαν καὶ διακόσμησιν τοῖς ὁρωμένοις, καὶ τὴν τράπεζαν πολυτελῆ παρεσκεύασε ποικίλων καὶ παντοδαπῶν πεπληρωμένην τῶν ἐδεσμάτων, καὶ πολλὴν τὴν ἀφθονίαν καὶ τὸν πλοῦτον ἔχουσαν, καὶ τὰ βασίλεια, ὡς ἂν εἴποι τις, πανταχόθεν λαμπρὰ εἰργάσατο τὰ ἄνω, τὰ κάτω ποικίλως φαιδρύνας, τότε λοιπὸν τὸν τούτων ἁπάντων ἀπολαύειν μέλλοντα δημιουργεῖ, τὴν ἐξουσίαν τῶν ὁρωμένων ἁπάντων αὐτῷ παραδιδοὺς, καὶ δεικνὺς ὅσῳ τῶν δημιουργηθέντων ἁπάντων τιμιώτερον τὸ μέλλον διαπλάττεσθαι ζῶον, εἴγε πάντα τὰ γενόμενα ὑπὸ τὴν τούτου ἐξουσίαν, καὶ ἐπιτροπὴν γενέσθαι κελεύει. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν διάπλασιν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ καὶ ἐμψύχου, τοῦ ἀνθρώπου λέγω, τὴν συνήθη παράκλησιν ὑμῖν καὶ νῦν προσάγοντες, ὥστε καὶ τῶν εἰρημένων τὴν μνήμην διαφυλάττειν, καὶ διὰ πάντων τῶν ὁρωμένων εἰς τὴν τοῦ Δεσπότου δοξολογίαν ἑαυτοὺς διεγείρειν. Καὶ τὸ μὴ ἐφικνεῖσθαι, μηδὲ δύνασθαι πάντων τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν, μὴ γενέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή. Ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς, καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ Δεσπότου σου τὸ μέγεθος, καὶ ἐξ αὐτοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ' αὐτοῦ γεγενημένων. Τοῦτο διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης. Ἐπεὶ καὶ Ἕλληνες οὕτως ἐπλανήθησαν, τοῖς οἰκείοις λογισμοῖς τὰ πάντα ἐπιτρέψαντες καὶ μὴ θελήσαντες πρὸς τὸ ἀσθενὲς τῆς οἰκείας φύσεως ἀπιδεῖν, ἀλλὰ τὰ ὑπὲρ αὐτοὺς φαντασθέντες, καὶ τῶν οἰκείων ὅρων ὑπερβάντες τὸ μέτρον, καὶ τῆς προσούσης αὐτοῖς ἀξίας ἐξέπεσον. Οἱ γὰρ λόγῳ τετιμημένοι καὶ τοσαύτην προεδρίαν λαβόντες παρὰ τοῦ δημιουργοῦ, καὶ τῶν κτισμάτων ἁπάντων τῶν ὁρωμένων τιμιώτεροι, οὗτοι εἰς τοσαύτην ἀλογίαν κατηνέχθησαν, ὡς κύνας, καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ τὰ ἀτιμότερα τούτων προσκυνεῖν. Καὶ τί λέγω ζῶα ἄλογα; Πολλοὶ τούτων εἰς τοσαύτην ἄνοιαν καὶ ἀναισθησίαν ἐξέπεσον, ὡς καὶ κρόμμυα, καὶ τὰ τούτων εὐτελέστερα σέβειν. Διὰ τοῦτο ὁ προφήτης τούτους αἰνιττόμενος ἔλεγε· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ λόγῳ, φησὶ, τετιμημένος, καὶ τοσαύτης σοφίας ἀξιωθεὶς, τῶν ἀλόγων γέγονεν ὅμοιος, τάχα δὲ καὶ χείρων. Ἐκεῖνα μὲν γὰρ ἅτε ἄλογα ὄντα οὐδὲ εὐθύνας ὑφέξει· ὁ δὲ λόγῳ τετιμημένος εἰς τὴν ἐκείνων ἀλογίαν μεταπεσὼν, εἰκότως μεγάλας δώσει τὰς εὐθύνας, ἀγνώμων γενόμενος περὶ τὴν τοσαύτην εὐεργεσίαν. Ἐντεῦθεν καὶ λίθους καὶ ξύλα λοιπὸν θεοὺς προσηγόρευσαν, καὶ ταῦτα τὰ ὁρώμενα στοιχεῖα ἐθεοποίησαν· ἅπαξ γὰρ ἐκτραπέντες τῆς εὐθείας ὁδοῦ, κατὰ κρημνῶν ἤχθησαν, καὶ εἰς αὐτὴν τὴν ἄβυσσον τῆς κακίας ἐξώκειλαν.