Ancient Greek · ~9 min
ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8-2
Not analysed yet
Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονήσητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ' ἡμῶν λεγόμενα παρ' ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν χάριτος μέρει παρ' ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα καιρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν λόγων διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησόμεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστίασιν, καὶ πρὸ τῆς ἑστιάσεως μετὰ χεῖρας λαβόντες τὰ θεῖα βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρῄζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευματικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπαναστάσεις τῆς σαρκὸς, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζόμενον τὴν ψυχὴν, ἐὰν κἂν πρὸς βραχὺ ῥᾳθυμῆσαι βουληθῶμεν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, Φαγὼν καὶ πιὼν, καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυτοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σωματικῆς τροφῆς ῥᾳθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐτὸς οὗτος προφήτης· Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Εἶδες πῶς οὐδέποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ' ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦτο ὁ πλοῦτος ὁ πνευματικὸς, τοῦτο ἡ ἀσφάλεια. Ἐὰν οὕτως ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι' ἀναγνώσεως, καὶ δι' ἀκροάσεως, καὶ διαλέξεως πνευματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.