Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8-4
Not analysed yet
Εἶδες, ἀγαπητὲ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὅτ' ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης ἔλεγε· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται. Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, μεθ' ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτου φόβου καὶ δέους ἐλθόντα. Καὶ ἐνετείλατο, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ, συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μετ' αὐτοῦ. Μετὰ περιφανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιουσίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν. Οἱ γὰρ ἰδόντες αὐτὸν, ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύναμιν. Τίς εἶδέ ποτε; τίς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὕρασθαι· καὶ πλοῦτον περιβαλ[λ]όμενος καὶ δόξαν ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητὲ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τούτου ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖθεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μετ' εὐπορίας ἀνιόντας. Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινὰ, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται, καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολὴν, διδάσκων ἡμᾶς τῆς αὑτοῦ δυνάμεως τὸ μέγεθος. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐτοῦ, εἰς τὴν ἔρημον. Εὐκαίρως ἄν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν. Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικείμενον; Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τίς γὰρ οὐκ ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσαύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ' αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου.