Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 9.1-2
Not analysed yet
Εἴδετε, ἀγαπητοὶ, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; εἴδετε καὶ ἄνδρα, καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλείψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδεμονίας. Ἄν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενοι, κουφότερα ταῦτα ἐργάσασθαι· ἄν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθάπερ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἵνα τὰ παρ' ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆς παρ' αὐτοῦ προνοίας. Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· Νῦν γὰρ, φησὶ, χαίρω ἐν ταῖς θλίψεσί μου. Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν. Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει προσιόντας· Καὶ μαθητεύσαντες, φησὶν, ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ποία οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλομένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ὁδεύσαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωὴν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, ἀλλὰ θαρσεῖτε. Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ τὴν παρ' ἑαυτοῦ ῥοπὴν ὑπέσχετο. Ἀλλὰ θαρσεῖτε· ἐγὼ, φησὶ, νενίκηκα τὸν κόσμον. Ἔχεις, φησὶ, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτισθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχωροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τί ἀσχάλλεις; τί ἀλύεις; τί δυσανασχετεῖς; τί μικροψύχως διάκεισαι; Μὴ γὰρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς ποτε; Μὴ γὰρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τὰ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ' ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυχῶν. Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστὶ, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν κομισώμεθα, καὶ τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.