Ancient Greek
ΛΟΓΟΣ Εʹ Ὅτι οὐ διὰ τὸν Ἀδὰμ κολαζόμεθα, καὶ ὅτι μείζονα τῶν δι' ἐκείνου εἰσενεχθέντων λυπηρῶν τὰ χρηστὰ, ἐὰν ἑαυτοῖς προσέχωμεν· καὶ κατὰ τῶν παρατρεχόντων τοὺς πένητας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 1.1-5
Not analysed yet
Ὑμεῖς μὲν ἴσως νομίζετε τὸν περὶ τῆς δεσποτείας ἡμῖν ἅπαντα ἀπηρτίσθαι λόγον· ἐγὼ δὲ ἔτι πολὺν ὁρῶ τὸν καρπὸν ἐν αὐτῷ φαινόμενον. Ἀλλὰ μὴ ἀποκάμητε, παρακαλῶ, ἕως αὐτὸν ἅπαντα ἐκτρυγήσωμεν. Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν. Μὴ τοίνυν ἐκείνων φανῆτε ῥᾳθυμότεροι, μηδὲ ἀποστῆτε, ἕως ἂν τὸ πᾶν λάβητε· καὶ μάλιστα, ὅτι ὁ μὲν πόνος ἐμὸς, ὁ δὲ καρπὸς ὑμέτερος. Κατηγορήσαμεν χθὲς τῶν γυναικῶν, μᾶλλον δὲ οὐχὶ τῶν γυναικῶν, ἀλλὰ τῆς Εὔας, ὅτι διὰ τῆς ἁμαρτίας τὴν δουλείαν εἰσήγαγεν. Εἴποιεν ἂν αἱ γυναῖκες ἡμῖν Τίνος οὖν ἕνεκεν, ἐκείνης ἁμαρτησάσης, ἡμεῖς κατεδικάσθημεν, καὶ τὸ μὲν παράπτωμα γέγονεν ἑνὸς προσώπου, τὸ δὲ ἔγκλημα κοινὸν τῆς φύσεως ἁπάσης; Τοῦτο καὶ δοῦλοι εἴποιεν ἄν· Τί δήποτε, τοῦ Χαναὰν εἰς τὸν πατέρα ὑβρίσαντος, τὰ τῆς τιμωρίας εἰς ἅπαν διέβη τὸ γένος; Καὶ οἱ τοὺς ἄρχοντας δὲ φοβούμενοι τοῦτο ἂν αἰτιάσαιντο· Τί δήποτε, ἑτέρων ἐν πονηρίᾳ ζησάντων, αὐτοὶ τῷ ζυγῷ τῆς ἀρχῆς παρεδόθησαν; Τί οὖν ἂν εἴποιμεν ἡμεῖς πρὸς τούτους ἅπαντας; Μία γὰρ ἔσται πάντων ζητημάτων ἡ λύσις· ὅτι ἥμαρτον μὲν οἱ πρότεροι, καὶ διὰ τῆς οἰκείας παρακοῆς τὴν δουλείαν εἰσήγαγον· εἰσαχθεῖσαν δὲ οἱ μετὰ ταῦτα ταῖς παρ' ἑαυτῶν ἐκύρωσαν ἁμαρτίαις. Εἰ μὲν γὰρ ἔχοιεν ἑαυτοὺς δεῖξαι διαπαντὸς ἁμαρτημάτων ὄντας καθαροὺς, ἴσως ἂν εἴη αὐτοῖς καλῶς δοκεῖν ἀντιλέγειν· εἰ δὲ καὶ αὐτοὶ πολλοῖς εἰσιν ἐπιτιμίοις ὑπεύθυνοι, περιττὰ τὰ τῆς ἀπολογίας ταύτης ἐστίν. Ἐγὼ γὰρ οὐκ εἶπον, ὅτι ἤδη μὲν ἡ ἁμαρτία δουλείαν οὐκ εἰσάγει, ἀλλ' ὅτι πᾶσα ἁμαρτία δουλείᾳ συγκεκλήρωται, καὶ φύσιν ἁμαρτίας, οὐ διαφορὰν ἁμαρτίας ᾐτιασάμην μόνον. Ὥσπερ οὖν ἅπαντα μὲν τὰ ἀνίατα νοσήματα εἰς θάνατον ἄγει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως· οὕτω καὶ τὰ ἁμαρτήματα ἅπαντα μὲν δουλείαν τίκτει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως. Ἥμαρτεν ἡ Εὔα ἁψαμένη τοῦ ξύλου, καὶ κατεκρίθη δι' αὐτό. Διὰ τοῦτο μὴ ἁμαρτήσῃς σὺ πάλιν ἑτέραν ἴσως ἐκείνης ἁμαρτίαν χαλεπωτέραν. Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἄξιον εἰπεῖν, τοῦτο καὶ ἐπὶ τῶν ἀρχομένων, ὅτι εἰσήγαγον μὲν οἱ πρῶτοι τὴν ἁμαρτίαν, οἱ δὲ μετ' ἐκείνους διαδεξάμενοι κατέσχον τῆς δεσποτείας τὴν δύναμιν δι' ὧν ἐπλημμέλησαν. Ἔχω καὶ ἑτέρως ἀπολογήσασθαι· ὅτι πολλοὶ πρὸς ἀρετὴν ἐπανελθόντες, ἀπηλλάγησαν τῆς δεσποτείας. Καὶ πρότερον, εἰ δοκεῖ, ἐπὶ τῶν γυναικῶν τὸν λόγον γυμνάσωμεν, ἵν' ἴδῃς πῶς ὁ μακάριος Παῦλος, ὁ περιθεὶς αὐταῖς τὰ δεσμὰ, αὐτὸς αὐτὰ πάλιν ἀνῆκε. Εἴ τις γυνὴ, φησὶν, ἄνδρα ἔχει ἄπι στον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Διὰ τί; Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ πῶς, φησὶ, δύναται σῶσαι γυνή; Διδάσκουσα, κατηχοῦσα, ἐνάγουσα πρὸς τὸν τῆς εὐσεβείας λόγον. Καίτοι χθὲς, ὦ μακάριε Παῦλε, ἔλεγες, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω. Πῶς οὖν πάλιν διδάσκαλον αὐτὴν ποιεῖς τοῦ ἀνδρός; Οὐχὶ μαχόμενος ἐμαυτῷ τοῦτο ποιῶ, ἀλλὰ καὶ σφόδρα συμφωνῶν. Ἄκουε γοῦν καὶ τίνος ἕνεκεν αὐτὴν ἐξέβαλε, καὶ τίνος ἕνεκεν αὐτὴν πάλιν ἐπανάγει πρὸς τὸν τῆς διδασκαλίας θρόνον, ἵνα μάθῃς τὴν Παύλου σοφίαν. Διδασκέτω, φησὶν, ὁ ἀνήρ. Διὰ τί; Οὐκ ἠπατήθη γάρ. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη. Μανθανέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ἠπατήθη γάρ. Ἡ γυνὴ γὰρ, φησὶν, ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν. Ἐνταῦθα δὲ τὸ ἐναντίον. Ὅταν μὲν γὰρ ἄπιστος ᾖ ὁ ἀνὴρ, πιστὴ δὲ ἡ γυνὴ, διδασκέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ὅτι οὐκ ἠπάτηται· πιστὴ γάρ ἐστι. Μανθανέτω τοίνυν ὁ ἀνήρ· ἠπατήθη γάρ· ἄπιστος γάρ ἐστιν. Ἀντεστράφη, φησὶ, τὰ τῆς διδασκαλίας· ἀντεστράφθω λοιπὸν καὶ τὰ τῆς δεσποτείας. Εἶδες πῶς πανταχοῦ οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀπάτῃ καὶ τῇ ἁμαρτίᾳ δείκνυσι τὴν δουλείαν ἀκολουθοῦσαν; Ἦλθε τοίνυν πρὸς τὴν γυναῖκα ἡ ἀπάτη παρὰ τὴν ἀρχὴν, ἠκολούθησε τῇ ἀπάτῃ ἡ ὑποταγή· μετέστη μετὰ ταῦτα πρὸς τὸν ἄνδρα ἡ ἀπάτη, μετέστη καὶ ἡ ὑποταγή. Καὶ καθάπερ ἐν ἀρχῇ τῷ ἀνδρὶ τὴν σωτηρίαν τῆς γυναικὸς ἐνεπίστευσεν, ἐπειδὴ οὐκ ἠπάτητο, οὑτωσὶ λέγων, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς πιστῆς τῆς τὸν ἄπιστον ἄνδρα ἐχούσης, τὴν σωτηρίαν τοῦ ἀνδρὸς ἐμπιστεύει τῇ γυναικὶ, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τί ταύτης τῆς ἀποδείξεως σαφέστερον γένοιτ' ἂν, τοῦ μὴ τῇ φύσει τὴν δουλείαν, ἀλλὰ τῇ ἁμαρτίᾳ ἕπεσθαι; Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἔστιν εἰπεῖν. Δοῦλος ἐκλήθης; Μή σοι μελέτω. Ὁρᾷς πῶς πάλιν δείκνυσι ψιλὸν ὄνομα τὴν δουλείαν οὖσαν, ὅταν ἀρετὴ παρῇ; Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι, τουτέστι, μᾶλλον μένε ἐν τῇ δουλείᾳ. Διὰ τί; Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Εἶδες μέχρι προσηγορίας τὴν δουλείαν, ἐν τῷ πράγματι δὲ τὴν ἐλευθερίαν; Τίνος δὲ ἕνεκεν ἀφῆκε μένειν δοῦλον; Ἵνα τῆς ἐλευθερίας μάθῃς τὴν περιουσίαν. Ὥσπερ γὰρ τοῦ σβέσαι τὴν κάμινον τὴν ἐπὶ τῶν τριῶν παίδων πολὺ θαυμαστότερον ἦν τὸ μενούσης αὐτῆς ἀσινῆ διατηρῆσαι τὰ σώματα· οὕτω τοῦ λῦσαι τὴν δουλείαν τὸ μενούσης αὐτῆς δεῖξαι τὴν ἐλευθερίαν πολλῷ μεῖζόν ἐστι καὶ θαυμαστότερον. Διὰ τοῦτό φησιν· Εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μένε δοῦλος· τὴν γὰρ ἀληθεστάτην ἔχεις ἐλευθερίαν.