Ancient Greek
ΛΟΓΟΣ Δʹ Ὅτι δουλείας τρόπους τρεῖς εἰσήγαγεν ἡ ἁμαρτία· καὶ πρὸς τοὺς ῥᾳθύμως ἀκούοντας, καὶ μὴ τιμῶντας γονεῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 3.1-2
Not analysed yet
Πῶς οὖν ὁ Παῦλός φησιν, ὅτι Οὐκ ἔστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ; Ὅτι αὐτὸς αὐτὴν πρὸς τὸ λυσιτελὲς ἡμῖν κατέστησεν. Εἰσήγαγε μὲν γὰρ αὐτῆς τὴν χρείαν ἡ ἁμαρτία· ὁ δὲ Θεὸς πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο. Καὶ καθάπερ ἡ χρεία τῶν φαρμάκων ἀπὸ τῶν τραυμάτων γίνεται, ἡ δὲ ἐπαγωγὴ τῶν φαρμάκων ἀπὸ τῆς τῶν ἰατρῶν σοφίας· οὕτω καὶ ἡ χρεία τῆς δουλείας ἀπὸ τῆς ἁμαρτίας γέγονε· τὸ δὲ εἰς δέον αὐτὴν ῥυθμίσαι, ἀπὸ τῆς τοῦ Θεοῦ σοφίας. Ἀλλὰ γὰρ διανάστητε, καὶ τὴν ῥᾳθυμίαν ἀπόθεσθε. Τίνος ἕνεκα τοῦτο λέγω; Περὶ Γραφῶν ὑμῖν διηγούμεθα, ὑμεῖς δὲ τοὺς ὀφθαλμοὺς ἀποστήσαντες ἡμῶν, πρὸς τὰς λαμπάδας καὶ τὸν τὰς λαμπάδας ἅπτοντα μετεστήσατε. Καὶ πόσης τοῦτο ῥᾳθυμίας, ἡμᾶς ἀφέντας, τούτῳ προσέχειν; Πῦρ ἀνάπτω κἀγὼ τὸ ἀπὸ τῶν Γραφῶν, καὶ ἐπὶ τῆς γλώττης τῆς ἡμετέρας λαμπάδιον καίεται τὸ τῆς διδασκαλίας. Τοῦτο μεῖζον καὶ βέλτιον τὸ φῶς ἐκείνου τοῦ φωτός· οὐ γὰρ δὴ θρυαλλίδα διάβροχον ἐλαίῳ, καθάπερ οὗτος, ἐξάπτομεν, ἀλλὰ ψυχὰς ἐν εὐσεβείᾳ ἀρδομένας τῇ τῆς ἀκροάσεως ἀνάπτομεν ἐπιθυμίᾳ. Διελέγετό ποτε καὶ ὁ Παῦλος ἐν ὑπερῴῳ τινί. Ἀλλὰ μηδεὶς νομιζέτω με Παύλῳ παραβάλλειν ἐμαυτόν· οὐ γὰρ οὕτω μέμηνα· ἀλλ' ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή. Διελέγετο τοίνυν ὁ Παῦλος ἐν ὑπερῴῳ, καὶ ἑσπέρα κατέλαβε, καθάπερ καὶ νῦν, καὶ λαμπάδες ἦσαν ἐν τῷ ὑπερῴῳ· εἶτα ὁ Εὔτυχος ἀπὸ τῆς θυρίδος κατέπεσε, καὶ οὐ διέλυσε τὸ πτῶμα τὸν σύλλογον, οὐδὲ ἀνέστησε τὸ θέατρον ὁ θάνατος· ἀλλ' οὕτως ἦσαν προσηλωμένοι τῇ τῶν θείων ἀκροάσει λογίων, ὡς μηδὲ αἰσθηθῆναι τοῦ πτώματος· ὑμεῖς δὲ οὐδὲν ξένον ἰδόντες, οὐδὲ παράδοξον, ἀλλ' ἄνθρωπον τὰ συνήθη ποιοῦντα, τὰς ὄψεις ἐκεῖ μετεθήκατε. Καὶ ποίας ἂν εἴη τοῦτο συγγνώμης ἄξιον; Μηδεὶς τοίνυν, ἀγαπητοὶ, φορτικήν τινα τὴν ἐπιτίμησιν νομιζέτω· οὐ γὰρ μισοῦντες, ἀλλὰ κηδόμενοι ἐγκαλοῦμεν. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων, ἣ ἑκούσια φιλήματα ἐχθρῶν. Διανάστητε τοίνυν, παρακαλῶ, καὶ τοῦτο ἀφέντες τὸ πῦρ, τῷ φωτὶ προσέχετε τῶν θείων Γραφῶν. Ἕτερον γὰρ ὑμῖν ἀρχῆς βούλομαι τρόπον εἰπεῖν, οὐκ ἀπὸ ἁμαρτίας λαμβάνοντα τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τῆς φύσεως αὐτῆς. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν τεκόντων εἰς ἔκγονα. Ὠδίνων γάρ ἐστιν ἀμοιβὴ ἡ τοιαύτη τιμή. Διὰ τοῦτο καί τις σοφὸς λέγει· Ὡς δεσπόταις δούλευσον τοῖς γεννήσασί σε. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει λέγων· Τί γὰρ αὐτοῖς ἀνταποδώσεις, καθὼς αὐτοί σοι; Καίτοι τί ποτέ ἐστιν, ὃ μὴ δύναται παῖς ἀποδοῦναι πατρί; Οὐδὲν οὖν ἄλλο ἢ τοῦτο λέγει· Καθὼς αὐτοί σε ἐγέννησαν, σὺ αὐτοὺς γεννῆσαι οὐ δυνήσῃ. Ἐπεὶ οὖν κατὰ τοῦτο ἠλαττώμεθα, ἑτέρωθεν πλεονεκτήσωμεν ταῖς εἰς αὐτοὺς τιμαῖς, μὴ διὰ τὸν τῆς φύσεως νόμον μόνον, ἀλλὰ πρὸ τῆς φύσεως διὰ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ σφόδρα ὁ Θεὸς βούλεται τοὺς τεκόντας τιμᾶσθαι παρὰ τῶν τεχθέντων· καὶ τοὺς μὲν τοῦτο ποιοῦντας μεγάλοις ἀγαθοῖς καὶ δωρεαῖς ἀμείβεται, τοὺς δὲ παραβαίνοντας τὸν νόμον μεγάλοις καὶ δεινοῖς κολάζει κακοῖς. Ὁ κακολογῶν, φησὶ, πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Τοῖς δὲ τιμῶσιν αὐτοὺς οὕτω πώς φησι· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ὅπερ μέγιστον ἀγαθὸν εἶναι νομίζεται, γῆρας λιπαρὸν καὶ μῆκος ζωῆς, τοῦτο ἔθηκεν ἔπαθλον τοῖς τιμῶσιν αὐτούς· καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐτούς· τοὺς μὲν ἐπισπώμενος εἰς εὔνοιαν τῇ τῆς τιμῆς ἐπαγγελίᾳ, τοὺς δὲ καὶ ἄκοντας ἀπάγων τῆς ὕβρεως τῷ τῆς τιμωρίας φόβῳ. Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν· ἀλλ' ἄγει μὲν αὐτὸν εἰς μέσην τὴν πόλιν αὐτὸς ὁ πατὴρ, καὶ χωρὶς ἀποδείξεως πάσης πιστεύεται· καὶ μάλα δικαίως. Ὁ γὰρ καὶ χρήματα καὶ σώματα καὶ πᾶν ὁτιοῦν ἑλόμενος ὑπὲρ τοῦ παιδὸς καταδαπανῆσαι, οὐκ ἄν ποτε κατήγορος αὐτοῦ γέγονεν, εἰ μὴ πολλὴ τῆς ὕβρεως ἦν ἡ ὑπερβολή. Ἄγει τοίνυν αὐτὸν εἰς τὸ μέσον τῆς πόλεως, εἶτα καλεῖ τὸν δῆμον ἅπαντα, καὶ λέγει τὴν κατηγορίαν· οἱ δὲ ἀκούοντες πάντες, ἕκαστος λίθον λαβὼν, οὕτω βάλλουσι τὸν πατραλοίαν. Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος ἰδὼν τὴν ἑαυτοῦ, δι' ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἕτερον ἡμῖν ὁ νομοθέτης αἰνίττεται, ὅτι ὁ τοὺς γονέας ὑβρίζων οὐκ ἐκείνους ἠδίκηκε μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους. Διὰ τοῦτο πάντας ἐπὶ τὴν κοινωνίαν τῆς τιμωρίας καλεῖ, καθάπερ ὑβρισμένους ἅπαντας, καὶ δῆμον ὁμοῦ καὶ πόλιν περιίστησιν ἅπασαν, παιδεύων καὶ τοὺς οὐδὲν ἔχοντας κοινὸν πρὸς τοὺς ἠδικημένους ἐπὶ γονεῦσιν ὑβριζομένοις ἀγανακτεῖν, ὡς τῆς κοινῆς φύσεως ὑβριζομένης, καὶ τὸν τοιοῦτον ἄνθρωπον ὥσπερ λοιμόν τινα καὶ κοινὴν νόσον, μὴ τῆς πόλεως μόνον, ἀλλὰ καὶ τοῦ φωτὸς ἀπελαύνειν αὐτοῦ. Πολέμιος γὰρ ὁ τοιοῦτος καὶ κοινὸς ἁπάντων ἐστὶν ἐχθρὸς, καὶ τοῦ Θεοῦ, καὶ τῆς φύσεως, καὶ τῶν νόμων, καὶ τῆς κοινῆς ἁπάντων ἡμῶν ζωῆς. Διὰ τοῦτο πάντας συνεφάπτεσθαι κελεύει τῆς σφαγῆς, ὥσπερ τινὰ καθαρμὸν τῆς πόλεως ἐργαζόμενος. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἡδονῆς τοὺς περὶ τοῦ πατραλοίου λόγους ἐδέξασθε, καὶ ἀντὶ τῶν λίθων ταῖς βοαῖς αὐτὸν ἐβάλλετε· τεκμήριον γὰρ τοῦτό ἐστι τοῦ πολλὴν περὶ τὸν ἑαυτοῦ πατέρα ἕκαστον ὑμῶν τὴν εὔνοιαν ἐπιδεδεῖχθαι. Καὶ γὰρ τότε τοὺς νόμους μάλιστα θαυμάζειν εἰώθαμεν τοὺς τὰ ἁμαρτήματα κολάζοντας, ὅταν μὴ συνειδότες ἑαυτοῖς τὰ ἁμαρτήματα ὦμεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ τῷ κηδομένῳ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ προνοοῦντι γονέων, καὶ παίδων φροντίζοντι, καὶ πάντα ὑπὲρ τῆς ἡμετέρας οἰκονομοῦντι σωτηρίας. Αὐτῷ γὰρ πρέπει δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.