Ancient Greek
ΛΟΓΟΣ Αʹ Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 2.1
Not analysed yet
Παρὰ μὲν οὖν τὴν ἀρχὴν δι' ἑαυτοῦ τοῖς ἀνθρώποις ὁ Θεὸς ὡμίλει, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατόν. Οὕτω πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως ἐπετίμησε τῷ Κάϊν· οὕτω διελέχθη τῷ Νῶε· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ἐπειδὴ δὲ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἀπέκλινε, καὶ καθάπερ εἰς ὑπερορίαν τινὰ μακρὰν ἑαυτὴν διέστησε, τηνικαῦτα λοιπὸν, καθάπερ ἐν μακρᾷ καθεστῶσιν ἀποδημίᾳ, γράμματα πέμπει, ὥσπερ διά τινος ἐπιστολῆς τὴν παλαιὰν πρὸς ἡμᾶς ἀνανεούμενος φιλίαν. Καὶ τὰ μὲν γράμματα ταῦτα ἔπεμψεν ὁ Θεὸς, ἐκόμισε δὲ ὁ Μωϋσῆς. Τί οὖν λέγει τὰ γράμματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τίνος ἕνεκεν οὐ περὶ τῶν ἀγγέλων ἡμῖν διαλέγεται, οὐ περὶ τῶν ἀρχαγγέλων; Εἰ γὰρ ἀπὸ τῶν κτισμάτων ὁ δημιουργὸς θεωρεῖται, πολλῷ μᾶλλον ἀπ' ἐκείνων φαίνεται. Καλὸς ὁ οὐρανὸς, ἀλλ' οὐχ οὕτω καλὸς, ὡς ἄγγελος· φαιδρὸς ὁ ἥλιος, ἀλλ' οὐχ οὕτω φαιδρὸς, ὡς ὁ ἀρχάγγελος. Τίνος οὖν ἕνεκεν τὴν ὑψηλοτέραν ἀφεὶς ὁδὸν, διὰ τῆς ταπεινοτέρας ἡμᾶς ὁδηγεῖ; Ὅτι Ἰουδαίοις διαλέγεται, τοῖς ἀλογώτερον διακειμένοις, τοῖς πρὸς τὰ αἰσθητὰ ἐπτοημένοις, τοῖς ἐξ Αἰγύπτου νῦν ἐπανιοῦσιν, ἔνθα κροκοδείλους καὶ κύνας καὶ πιθήκους ἐθεράπευον οἱ ἄνθρωποι· καὶ οὐκ ἐνῆν διὰ τῆς ὑψηλοτέρας αὐτοὺς ὁδοῦ χειραγωγῆσαι πρὸς τὸν δημιουργόν. Ὑψηλοτέρα μὲν γὰρ ὁδός ἐστιν ἐκείνη, ἀλλὰ τραχυτέρα, καὶ προσάντης, καὶ μᾶλλον ὄρθιος τοῖς ἀσθενεστέροις. Διὰ τοῦτο αὐτοὺς διὰ τῆς εὐκολωτέρας ἄγει, δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τῆς ὁρωμένης κτίσεως ἁπάσης. Ὅτι μὲν γὰρ τοῦτο τὸ αἴτιον, ὅτε μικρὸν ἐπέδωκαν, ἄκουσον πῶς αὐτοῖς ὁ Προφήτης καὶ περὶ ἐκείνων διαλέγεται τῶν ἄνω δυνάμεων. Αἰνεῖτε τὸν Κύριον, φησὶν, ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῇ Παλαιᾷ οὗτος ὁ τρόπος τῆς διδασκαλίας ἐστὶν, ὅπουγε καὶ ἐν τῇ Καινῇ, ὅτε τῶν ὑψηλοτέρων διδαγμάτων καιρὸς ἦν, Ἀθηναίοις διαλεγόμενος ὁ Παῦλος ταύτην ἦλθε τὴν ὁδὸν, ἥνπερ ἦλθε Μωϋσῆς Ἰουδαίους παιδεύων; Οὐδὲ γὰρ οὗτος περὶ ἀγγέλων καὶ ἀρχαγγέλων εἶπεν αὐτοῖς, ἀλλὰ περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, οὕτω πως δημηγορῶν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις κατοικεῖ ναοῖς. Ἀλλ' οὐχ, ὅτε Φιλιππησίοις διελέγετο, διὰ ταύτης ἤγαγεν αὐτοὺς τῆς ὁδοῦ· ἀλλ' ἐπὶ τὴν ὑψηλοτέραν αὐτοὺς ἀνάγει δημηγορίαν, οὑτωσὶ λέγων· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Οὕτω καὶ Ἰωάννης, ἐπειδὴ τελειοτέρους εἶχε τοὺς μαθητευομένους, πάσης ὁμοῦ τῆς κτίσεως ἐμνημόνευσεν. Οὐ γὰρ εἶπεν, οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ', ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· εἴτε ὁρώμενον, φησὶν, εἴτε μὴ ὁρώμενον. Καθάπερ γὰρ ἐπὶ τῶν διδασκάλων, ὁ μὲν παρὰ τῆς μητρὸς διδάσκαλος τὸ παιδίον λαβὼν, τὰ πρῶτα αὐτὸν παιδεύει στοιχεῖα, ὁ δὲ παρ' ἑτέρου λαβὼν διδασκάλου, μαθητὴν πρὸς τὰ ὑψηλότερα τῶν διδαγμάτων ἄγει· οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Παύλου καὶ Ἰωάννου γέγονε. Μωϋσῆς μὲν γὰρ μηδὲν εἰδυῖαν τὴν φύσιν ἡμῶν παραλαβὼν ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσαν, τὰ πρῶτα τῆς θεογνωσίας ἐπαίδευσε στοιχεῖα· Ἰωάννης δὲ καὶ Παῦλος, καθάπερ παρὰ διδασκάλου τοῦ Μωϋσέως αὐτοὺς λαβόντες, ἐπὶ τὰ ὑψηλότερα τῶν διδαγμάτων ἀνάγουσι, τῶν προτέρων ἀναμιμνήσκοντες ἐν βραχεῖ. Εἶδες ἑκατέρων τῶν Διαθηκῶν τὴν συγγένειαν; Εἶδες τὴν συμφωνίαν τῶν διδαγμάτων; Ἤκουσας περὶ τῆς τῶν αἰσθητῶν δημιουργίας ἐν τῇ Παλαιᾷ, καὶ περὶ τῆς τῶν νοητῶν τοῦ Δαυῒδ λέγοντος, Ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν; Οὕτω πάλιν ἐν τῇ Καινῇ, εἰπὼν περὶ τῶν ἀοράτων δυνάμεων, εἶπε καὶ περὶ τῆς αἰσθητῆς κτίσεως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ ῥῆμα τοῦτο βραχὺ μέν ἐστι καὶ ψιλὸν, καὶ ῥῆμα ἕν· ἅπαντας δὲ τῶν ἐναντίων τοὺς πύργους καταστρέψαι δυνήσεται. Σκόπει δέ. Προσέρχεται Μανιχαῖος λέγων, Ἀγέννητός ἐστιν ἡ ὕλη· εἰπὲ πρὸς αὐτὸν, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ πάντα τὸν τῦφον αὐτοῦ κατέστρεψας εὐθέως. Ἀλλ' οὐ πιστεύει τῷ ῥήματι τῆς Γραφῆς, φησίν. Οὐκοῦν διὰ τοῦτο αὐτὸν ὡς μαινόμενον διάκρουσον καὶ ἀποστράφηθι. Ὁ γὰρ τῷ Θεῷ μὴ πιστεύων ἀποφαινομένῳ, ἀλλὰ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, πῶς οὐ λαμπρῶς μανίας ἐκφέρει δεῖγμα, τὴν ἀπιστίαν; Καὶ πῶς ἐξ οὐκ ὄντων γένοιτ' ἄν τι, φησί; Σὺ δέ μοι εἰπὲ, πῶς ἐξ ὄντων γένοιτό τι; Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων ἡ γῆ γέγονεν, ἐγὼ μὲν πιστεύω, σὺ δὲ ἀμφιβάλλεις· ὅτι δὲ ἐκ γῆς γέγονεν ἄνθρωπος, ἀμφότεροι ὁμολογοῦμεν. Εἰπὲ τοίνυν τὸ συνομολογούμενον καὶ εὐκολώτερον, πῶς ἀπὸ τῆς γῆς γέγονε σαρκὸς φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον γίνεται· σάρκα δὲ ἀπὸ γῆς γινομένην οὐδεὶς ἂν ἴδοι ποτέ. Πῶς οὖν γέγονε σαρκὸς φύσις; πῶς ὀστοῦν διεπλάσθη; πῶς νεῦρα; πῶς φλέβες; πῶς ἀρτηρίαι; πῶς ὑμὴν, καὶ λίπος, καὶ σάρκες, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ τοσαύτη ποικιλία διαφόρων οὐσιῶν ἐκ μιᾶς τῆς ὑποκειμένης γῆς; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Πῶς οὖν οὐκ ἄτοπον τὸ σαφέστερον καὶ εὐκολώτερον ἀγνοοῦντα, τὸ δυσχερέστερον καὶ ἀποῤῥητότερον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;