Ancient Greek
ΛΟΓΟΣ Αʹ Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 3.1
Not analysed yet
Βούλει σε καὶ ἐφ' ἕτερον καὶ εὐκολώτερον ἀγάγω, καὶ καθ' ἑκάστην ἡμέραν γινόμενον; Ἀλλ' ὅμως οὐδὲ τούτου μοι τὸν λόγον ἐρεῖ. Ἄρτον σιτούμεθα καθ' ἑκάστην ἡμέραν. Πῶς οὖν, εἰπέ μοι, ἡ τοῦ ἄρτου φύσις αὕτη εἰς αἷμα μεθίσταται καὶ φλέγμα, καὶ χολὴν, καὶ τοὺς λοιποὺς ἐν ἡμῖν χυμούς; Ὁ μὲν γάρ ἐστι πυκνὸς καὶ σκληρὸς, τὸ δὲ αἷμα χαυνὸν καὶ διαῤῥέον, καὶ ὁ μὲν λευκὸς ἢ σιτόχρους, τὸ δὲ ἐρυθρὸν καὶ μέλαν. Καὶ τῶν ἄλλων δὲ ποιοτήτων τὰς διαφορὰς εἴ τις ἐπέλθοι, πολὺ τὸ μέσον εὑρήσει ἄρτου καὶ αἵματος. Πῶς οὖν ταῦτα γίνεται, εἰπέ μοι, καὶ τὸν λόγον ἀπόδος. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἶτα τροφῆς τῆς καθ' ἡμέραν ἀλλοιουμένης παρασχεῖν τὸν λόγον οὐκ ἔχων, τῆς τοῦ Θεοῦ δημιουργίας ἀπαιτεῖς με εὐθύνας; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας τοῦτο; Εἰ μὲν γὰρ καθ' ἡμᾶς ἐστιν ὁ Θεὸς, ἀπαίτει τῶν γενομένων τὸν λόγον· μᾶλλον δὲ μηδὲ οὕτω· πολλὰ γὰρ τῶν ἀνθρωπίνῃ γινομένων τέχνῃ ὅπως γίνεται εἰπεῖν οὐκ ἔχομεν· οἷον, πῶς ἀπὸ γῆς τῆς ἐν τοῖς μετάλλοις χρυσίου γίνεται φύσις· πῶς εἰς ὑελοῦ καθαρότητα ἡ ψάμμος μεθίσταται. Καὶ ἕτερα τούτων ἔστι πλείονα εἰπεῖν, ἃ γίνεται μὲν ἀνθρωπίνῃ τέχνῃ, τὸν δὲ λόγον οὐκ ἴσμεν ἡμεῖς. Πλὴν ἀλλ' εἰ μὲν καθ' ἡμᾶς ὁ Θεός ἐστιν, ἀπαίτει λόγον· εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν; Ἀλλὰ γὰρ ἀφέντες τοὺς λογισμοὺς, ἐπὶ τὴν πέτραν ἐπανέλθωμεν τὴν ἀῤῥαγῆ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐπὶ τούτῳ στῆθι τῷ θεμελίῳ· μή τίς σε εἰς λογισμῶν ἀνθρωπίνων ταραχὴν καταγάγῃ· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μὴ τοίνυν τὸ στεῤῥὸν ἀφεὶς, τῷ σαθρῷ καὶ ἐπισφαλεῖ τὴν σωτηρίαν ἐγχειρίσῃς τῆς σῆς ψυχῆς· ἀλλὰ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, καὶ λέγε· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν Μανιχαῖος προσέλθῃ, κἂν Μαρκίων, κἂν οἱ τὰ Οὐαλεντίνου νοσοῦντες, κἂν ὁστισοῦν ἕτερος, τοῦτο προβάλλου τὸ ῥῆμα· κἂν ἴδῃς γελῶντα, σὺ δάκρυσον αὐτὸν ὡς μαινόμενον. Πύξινον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ κατεσταλμένην τὴν ὀφρὺν, καὶ ῥημάτων ἐπιείκειαν· ἀλλὰ φύγε τὸ δέλεαρ, καὶ τὸν ἐν τῇ δορᾷ τοῦ προβάτου κρυπτόμενον καταμάνθανε λύκον. Διὰ τοῦτο αὐτὸν μάλιστα μίσησον, ὅτι πρὸς μὲν τὸν ὁμόδουλόν σε προσηνὴς καὶ ἥμερος εἶναι δοκεῖ, πρὸς δὲ τὸν κοινὸν ἡμῶν ἁπάντων Δεσπότην κυνῶν λυττώντων ἐστὶν ἀγριώτερος, ἀκήρυκτον εἰς τὸν οὐρανὸν μάχην εἰσάγων καὶ πόλεμον ἄσπονδον, καὶ δύναμίν τινα ἐξ ἐναντίας ἀντικαθιστῶν τῷ Θεῷ. Φύγε τὸν ἰὸν τῆς πονηρίας, μίσησον τὰ δηλητήρια φάρμακα· καὶ ἢν παρὰ τῶν πατέρων ἐδέξω κληρονομίαν, τὴν ἀπὸ τῶν θείων Γραφῶν πίστιν καὶ διδασκαλίαν, ταύτην κάτεχε μετὰ πολλῆς τῆς ἀσφαλείας. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τί τοῦτο; πρῶτον τὸν οὐρανὸν, εἶτα τὴν γῆν; πρῶτον τὸν ὄροφον, εἶτα τὸ ἔδαφος; Οὐ γὰρ ἀνάγκῃ φύσεως ὑπόκειται, οὐδὲ ἀκολουθίᾳ τέχνης δουλεύει. Καὶ γὰρ καὶ φύσεως καὶ τέχνης καὶ τῶν ὄντων ἁπάντων ἡ βούλησις τοῦ Θεοῦ δημιουργὸς καὶ τεχνίτης ἐστί. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπαρτισθέντα παρήγαγε, τὴν δὲ γῆν κατὰ μικρὸν τεχνεύειν αὐτόν φησιν ὁ Μωϋσῆς; Ἵνα ἐν τῷ βελτίονι στοιχείῳ μαθὼν αὐτοῦ τὴν δύναμιν πληροφορηθῇς ὅτι καὶ ταύτην ἠδύνατο, καθάπερ ἐκεῖνον, ἀπηρτισμένην παραγαγεῖν. Ἀλλὰ διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν οὐκ ἐποίησεν οὕτω. Πῶς δι' ἐμὲ καὶ τὴν σωτηρίαν τὴν ἐμὴν, φησί; Κοινὴ τράπεζα καὶ πατρὶς καὶ τροφὸς καὶ μήτηρ ἁπάντων ἐστὶν ἡ γῆ, καὶ πόλις καὶ τάφος κοινός. Καὶ γὰρ τὰ σώματα ἡμῶν ἐξ αὐτῆς, καὶ τροφὴ τοῖς σώμασιν ἡμῶν ἐκεῖθεν, καὶ οἴκησις ἐν αὐτῇ καὶ διαγωγὴ, καὶ μετὰ θάνατον πρὸς αὐτὴν πάλιν ἐπάνοδος. Ἵν' οὖν μὴ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν σε θαυμάζειν αὐτὴν παρασκευάσῃ, καὶ τὸ τῶν εὐεργεσιῶν πλῆθος πρὸς ἀσέβειαν ὑποσκελίσῃ, δείκνυσί σοι, πρὶν ἢ γενέσθαι, αὐτὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα τὴν ἀσθένειαν ἰδὼν, θαυμάσῃς τὸν παραγαγόντα αὐτὴν, καὶ πᾶσαν ἐνθέντα αὐτῇ τὴν δύναμιν ταύτην· ἵνα δοξάσῃς τὸν τὰ τοσαῦτα πρὸς ἡμετέραν ἄνεσιν κατεσκευακότα. Δοξάζεται δὲ ὁ Θεὸς οὐ διὰ δογμάτων ὀρθῶν μόνον, ἀλλὰ καὶ διὰ πολιτείας ἀρίστης· Λαμψάτω γὰρ ὑμῶν, φησὶ, τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.