Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam 5.1
Not analysed yet
Οὐ τοῦτο δὲ μόνον, ἀλλά τι καὶ ἕτερον ᾠκονόμηται διὰ τῆς τοῦ προφήτου πρὸς τὴν χήραν παρουσίας. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς πολλὰς καὶ ἀφάτους εὐεργεσίας τὰς ἐπὶ τῆς Ἰουδαίας, μετὰ τοὺς μυρίους νεκροὺς, οὓς ἀνέστησε, μετὰ τοὺς τυφλοὺς, οὓς ἀναβλέψαι ἐποίησε, μετὰ τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον, οὐδὲν τοιοῦτον εἰδότων οὔτε ἀκηκοότων, θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι νομίζωσιν· ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου διὰ τῶν δούλων τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην διδάσκει, καὶ τῶν ἐθνῶν φιλοφροσύνην ἡμᾶς παιδεύει. Οὕτω γοῦν τὸν Ἰωσὴφ, οὓς παρεγένετο θρέψων ἐκεῖνος, καὶ ἀνελεῖν ἐπεχείρησαν, ἄνθρωπος δὲ βάρβαρος εἰς μεγίστην ἤγαγε τιμήν. Οὕτω τὸν Μωσέα ἀπήλασαν οἱ εὐεργετηθέντες Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἄνθρωπος βάρβαρος Ἰωθὼρ, καὶ πολλῆς αὐτὸν φιλοφροσύνης ἠξίωσεν. Οὕτω τὸν Δαυῒδ ἀπήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις ἐπαγομένους ἔλυσεν· ὑπεδέξατο δὲ Ἀγχοὺς ὁ βαρβάρων βασιλεὺς, καὶ εἰς πολλὴν ἤγαγε τιμήν. Οὕτω καὶ νῦν τὸν Ἠλίαν ἀπήλασαν μὲν Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἡ χήρα. Ὅταν οὖν ἴδῃς τὸν Χριστὸν ἀπελαυνόμενον μὲν παρὰ αὐτῶν, ὑποδεχόμενον δὲ παρὰ τῶν ἐθνῶν, ἄνωθεν τοὺς τύπους καταμαθὼν, μὴ θαυμάσῃς ἐπὶ τῆς τοῦ πράγματος ἀληθείας. Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος, καὶ αὐτὸ τοῦτο αἰνιττομένου. Πρὸς γὰρ τοὺς Ἰουδαίους δυσχεραίνοντας διαλεγόμενος ἔλεγεν, ὅτι Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χήραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ' ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώσαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενοχωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ τινὰ μετανάστην τόπους ἐκ τόπων ἀμείβειν παρασκευάζων. Ὅτι γὰρ ἐθλίβετο καὶ ἐστενοχωρεῖτο, ἄκουσον καὶ τοῦ Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως αὐτὸν λαμβάνειν πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος. Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων, αὐτὸς ἀνέσεως καὶ τραπέζης ἀπέλαυε πλουσίας, ἴσως ἄν τις ἐνόμισεν ὠμότητος εἶναι τὸ γεγενημένον. Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυφᾷν κακοῖς. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ' αὐτῷ. Οὐ γὰρ ἂν εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν ἀπειλὴν, εἰ μὴ ἀπὸ πολλοῦ τοῦ ζήλου τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν. Διόπερ καὶ ἥδιον ἦν αὐτῷ στενοχωρεῖσθαι, καὶ σωφρονιζομένους αὐτοὺς ὁρᾷν, ἢ τῆς ἀνάγκης ἀπαλλαγέντας τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν.