Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam 6
Not analysed yet
Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν ἑαυτῶν ἀσφάλειαν προδιδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν· καὶ ταῦτα ἀμφότερα διωρθώσατο, τὴν τῆς φύσεως ἐναλλάξας ἀσθένειαν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκούοντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ τῶν ἀποκαλύψεων τῶν αὐτοῦ, φησίν· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Τίνος οὖν ἕνεκεν οὐ καυχᾶσαι; Φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούσῃ τι ἐξ ἐμοῦ. Ἵνα οὖν μὴ καὶ ἐπὶ τοῦ προφήτου τοιοῦτόν τι συμβῇ (εἰ γὰρ καὶ Ἠλίας ἦν, ἀλλ' ἄνθρωπος ἦν), ἐγκατέμιξε θαύματι τὸ τῆς φύσεως ἐλάττωμα. Διὰ τοῦτο ὁ τῶν οὐρανῶν κρατήσας, τῆς πείνης οὐκ ἐκράτησεν· ὁ τὰς ὠδῖνας τῆς γῆς ἐπισχὼν, τῆς γαστρὸς τὴν ἀνάγκην ἐπισχεῖν οὐκ ἴσχυσεν, ἀλλὰ χήρας ἐδεῖτο γυναικὸς, ἵνα μάθῃς καὶ τὴν θείαν χάριν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν. Οὐκ εἰς τοῦτο δὲ μόνον ὠφέλει τὸ συμβὰν, ἀλλὰ καὶ εἰς ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἵν' ὅταν σε παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν. Ὅπερ οὖν καί τις ᾐνίξατο εἰπών· Ἠλίας ὁμοιοπαθὴς ἡμῖν ἦν ἄνθρωπος· μονονουχὶ λέγων, Μὴ νομίσῃς ἀδύνατον εἶναι πρὸς τὴν αὐτὴν ἐκείνῳ φθάσαι τῆς φιλοσοφίας τὴν κορυφήν· καὶ γὰρ καὶ ἐκεῖνος τῆς αὐτῆς ἐκοινώνησε φύσεως. Ἀλλ' ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.