Ancient Greek · ~3 min
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 16
Not analysed yet
Ὅτι γὰρ λαὸς αὐτοῦ ἡμεῖς, ἄκουσον σαφῶς τοῦ Ὠσηὲ λέγοντος καὶ τοῦ Παύλου ἑρμηνεύοντος· Καλέσω τὸν οὐ λαόν μου λαόν μου. Καὶ ὅτι περὶ ἡμῶν εἴρηται δῆλον ἐκεῖθεν· ἡμεῖς ἐσμεν οἱ οὐ λαός, ἡμεῖς ἐγενόμεθα λαός. Καὶ ἕτερον δὲ τούτου σαφέστερον ἄκουσον· Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ὑμεῖς ἐκεῖ κληθήσεσθε υἱοὶ Θεοῦ ζῶντος. Ποίῳ τόπῳ; Ἐν τῇ Ἰουδαίᾳ φησίν· ἐκεῖ γὰρ οἱ προφῆται ἔλεγον οὐ λαός μου, καὶ ἐκεῖ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ εἰσέλθητε, ἀλλ' ἐν αὐτῇ τῇ Ἰουδαίᾳ πάλιν εἶπεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶδες πῶς ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ἐκεῖ ἐκλήθησαν υἱοὶ Θεοῦ ζῶντος; Διὰ τοῦτό φησιν· Αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.