Ancient Greek · ~1 min
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 17
Not analysed yet
Μεγάλη σωτηρία ὄντως· οὐδὲ γὰρ οὕτω μέγα ἀπαλλαγῆναι θανάτου ὡς μέγα ἀπαλλαγῆναι ἁμαρτίας· διὰ γὰρ τὴν ἁμαρτίαν ὁ θάνατος, οὐ διὰ τοῦ θανάτου ἡ ἁμαρτία. Καὶ ἵνα μάθῃς ὅτι αὕτη μείζων ἡ ἀπαλλαγὴ καί, ταύτης ἀνῃρημένης, οὐκ ἔστιν φοβερὸς ὁ θάνατος, ἀπ' αὐτοῦ σκόπει τοῦτο τοῦ δεσποτικοῦ.