Ancient Greek · ~2 min
Sect 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 19
Not analysed yet
Ἀλλὰ καὶ τὸ ζητούμενον ἐκεῖνό ἐστιν· τί δηποτοῦν εἰπὼν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, ἐπήγαγεν παιδεύουσα ἡμᾶς. Ἡ γὰρ χάρις οὐ παιδεύει, ἀλλὰ ἀφίησιν ἁμαρτήματα· συγγνώμην δίδωσιν, οὐ παιδείαν ἐπάγει. Ἀλλὰ μὴ φοβηθῇς τὸ ὄνομα τῆς παιδείας· ἔστιν παιδεία κόλασις καὶ ἔστιν παιδεία διδασκαλία· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει— φησίν—μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἐνταῦθα παιδεία ἡ κόλασίς ἐστιν. Ἄκουσον ἀλλαχοῦ πῶς ἡ παιδεία διδάσκαλός ἐστιν· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν. Κατὰ τοῦτο τοίνυν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.