Ancient Greek · ~2 min
Sect 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 20
Not analysed yet
Καὶ πῶς διδάσκει ἡ χάρις; Ἡ γὰρ χάρις ἁμαρτήματα ἀφίησιν, ἀλλ' αὕτη ἡ ἄφεσις τῶν ἁμαρτιῶν διδασκαλία κατορθωμάτων ἐστίν· καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸν νοῦν ἐχόντων οὐχ οὕτω μάστιγες καὶ πληγαὶ παιδεύουσιν πολλοὺς ὡς ἁμαρτημάτων συγχώρησις. Ὅταν γοῦν ἴδῃ τὴν φιλανθρωπίαν τοῦ συγχωρήσαντος, ὁ ἡμαρτηκὼς ἑαυτὸν ἀκριβέστερον ποιεῖ πρὸς τὰ μέλλοντα κατορθώματα. Καὶ οὕτως αὐτὸν παιδεύει ἡ χάρις, μαστίγων μᾶλλον κατανύττουσα· ἐρυθριᾷ γὰρ καὶ αἰσχύνεται πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, δυσωπεῖται τὸ μέγεθος τῆς δωρεᾶς τοῦ εὐεργετήσαντος καὶ γίνεται παίδευσις ἡ χάρις.