Ancient Greek · ~3 min
Sect 21
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 21
Not analysed yet
Βούλει μαθεῖν καὶ ἑτέρωθεν πῶς καὶ χάρις ἐστὶν καὶ παίδευσις, πῶς καὶ ἐχαρίσατο καὶ ἐπαίδευσεν ὁ Χριστός; Εἶδεν τὸν παραλελυμένον, συνέπηξεν αὐτοῦ τὰ νεῦρα, διωρθώσατο τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν, ἐπανήγαγεν πρὸς τὴν προτέραν ὑγείαν τὸ σῶμα, εἶτα ὕστερον ἰδὼν αὐτὸν ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας—τοῦτο χάρις—μηκέτι ἁμαρτάνει, τοῦτο παιδείας καὶ διδασκαλίας. Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν χάριν ἐδήλωσεν, τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.