Ancient Greek · ~2 min
Sect 24
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 24
Not analysed yet
Εἶδες πῶς τὴν χάριν εἰς μέσον ἀγαγὼν διδασκαλίαν τὸ πρᾶγμα ἐκάλεσεν; Οὕτω, καὶ ὅταν εἰς ἀγάπην προτρέπηται, ποιεῖ, τῆς χάριτος ἀναμιμνῄσκων καὶ λέγων· Καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, οὕτως καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Παιδευθῶμεν τοίνυν ἀπὸ τῆς χάριτος καὶ εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ διὰ τὴν γενομένην εἰς ἡμᾶς δωρεὰν καὶ διὰ τὴν ἐκ τῆς χάριτος διδασκαλίαν, ὅτι καὶ τῶν προτέρων ἁμαρτημάτων ἀπηλλάγημεν καὶ πρὸς τὰ μέλλοντα κατορθώματα μεγίστην ἔχομεν ἀσφάλειαν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.