Ancient Greek · ~2 min
Sect 25
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 25
Not analysed yet
Καὶ καθάπερ ἐν κατόπτρῳ, τῇ διδασκαλίᾳ τοῦ λόγου, τὸν βίον τὸν ἡμέτερον κατανόωμεν μετὰ ἀκριβείας καὶ ῥυθμίζωμεν τὰ ἠμελημένα τῶν πράξεων. Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες, περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον· καθάπερ κάτοπτρον τὴν διδασκαλίαν τοῦ λόγου λαβών, ἀπ' αὐτῆς σου τὸν βίον θεώρει πάντα, κἂν ἴδῃς ἁμάρτημά τι γεγενημένον, εὐθέως διόρθωσαι.