Ancient Greek
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 5
Not analysed yet
Ἀλλὰ τὰ μὲν περὶ σωφροσύνης ἱκανῶς εἴρηται καὶ τότε καὶ νῦν τοῖς προσέχουσιν· τὸ δὲ ζητούμενον, οὐχ ἵνα συνεχὴς ἡ παρ' ἡμῶν διδασκαλία γένηται καὶ συνεχὴς ἡ παρ' ὑμῶν ἡ ἀκρόασις, ἀλλ' ἵνα τι καὶ ἀπὸ τῆς ἡμετέρας διδασκαλίας καὶ ἀπὸ τῆς ὑμετέρας ἀκροάσεως γένηται πλέον εἰς λόγον ζωῆς τῆς ὑμετέρας, εἰς καύχημα ἡμέτερον, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ, ἵνα δυνηθῶ κἀγὼ κατὰ τὴν ἡμέραν ἐκείνην καυχᾶσθαι ἐκ τῶν κατορθωμάτων ὑμῶν καὶ εἰπεῖν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός.