Ancient Greek
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 6
Not analysed yet
Γενέσθω τὰ ῥήματα τὰ ἡμέτερα πράγματα δι' ὑμῶν. Καὶ γὰρ ἐπὶ τῶν γεηπόνων οὐ τοῦτό ἐστιν τὸ ζητούμενον ζεῦξαι βοῦς ἀροτῆρας καὶ βαθεῖαν αὔλακα τεμεῖν καὶ καταβαλεῖν τὰ σπέρματα, ἀλλὰ δεῖξαι κομῶντα τὰ λήϊα καὶ τὴν ἅλωνα τῶν δραγμάτων πεπληρωμένην, ἵνα, ὅταν ἔλθῃ ὁ διακαθαίρων αὐτήν, οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, μηδαμοῦ τῆς ἅλωνος ἄχυρον εὕρῃ, ἀλλὰ πανταχοῦ σῖτον, πανταχοῦ καρπὸν ὥριμον εἰς βασιλικὰς ἀποθήκας ἀπενεχθῆναι δυνάμενον. Ἥξει γάρ, ἥξει πάντως ἐκεῖνος ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι ἁγίῳ καὶ πυρί· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Μεγάλη ἡ τιμωρία, ἀλλ' ἐὰν θέλωμεν, οὐ λημψόμεθα τὴν τιμωρίαν οὐδὲ ἐσόμεθα ἄχυρα.