Ancient Greek
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 8
Not analysed yet
Ἄκουσον πῶς καὶ ἀφροσύνη ἐστὶν καὶ ἀλόγων τροφὴ παθῶν· ἄκουσον τοῦ Δαβὶδ λέγοντος· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τὸ ἄχυρον πάλιν κοῦφόν ἐστιν καὶ εὐρίπιστον καὶ μικρᾷ ἀνέμου προσβολῇ ταχέως μετεωρίζεται καὶ πανταχοῦ περιφέρεται. Τοιοῦτοί εἰσιν τῶν ἀνθρώπων οἱ ῥᾳδίως ὑπὸ ὀργῆς ἐξαπτόμενοι, οἱ ταχέως ὑπὸ ἀνοίας φυσώμενοι. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ λίκμα παντὶ ἀνέμῳ—ἵνα μὴ μείνῃς ἄχυρον—ἀλλ' ἴσθι ἐστηριγμένος ἐπὶ τῇ πέτρᾳ.