Ancient Greek
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 9
Not analysed yet
Διὰ τοῦτο γὰρ ἦλθεν ὁ Χριστός, οὐχ ἵνα τὰ παλαιὰ ἁμαρτήματα καταλύσῃ μόνον, ἀλλ' ἵνα καὶ πρὸς τὰ μέλλοντα ἡμᾶς διορθώσηται. Τοῦτο καὶ Παῦλος, δεικνὺς ὅτι οὐ διὰ τὰ παλαιὰ μόνον ἦλθεν ἁμαρτήματα, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα κατορθώματα, ἐβόα τήμερον· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, παιδεύουσα ἡμᾶς. Ἀλλὰ διανάστητε· πάλιν γὰρ τοὺς θησαυροὺς διανοίγομεν, πάλιν τοὺς μαργαρίτας δείκνυμεν· μηδεὶς τοίνυν διαδράμῃ τῶν εἰρημένων τὸ κάλλος· Ἐπεφάνη ἡ χάρις.