Ancient Greek · ~6 min
Pg 357
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 357
Not analysed yet
ἀρχῆς τοῦ κυρίου δωρεὰν δεδομένην καὶ ἀπορῶν πρὸς τὴν ἀνταπόδοσιν τῶν παρὰ θεοῦ δεδωρημένων αὐτῷ ἀγαθῶν λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐρανὸν δι' ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι' ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περιυφήνας, σελήνην δι' ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοιπόρων ἡνίοχον, γῆν δι' ἐμὲ ἥπλωσε παντοίοις δένδρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βοτάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πηγὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν ἡτοίμασεν. Πρὸς οὖν πάσας ταύτας τὰς εὐεργεσίας ἀπορῶν ὁ προφήτης βοᾷ λέγων· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἀλλ' ἔτι βαθύτερον καὶ πνευματικώτερον ἐννοήσας ὁ προφήτης Δαυὶδ καὶ θεωρήσας τὰς ἐν Χριστῷ μελλούσας εὐεργεσίας τῷ ἀνθρώπῳ δίδοσθαι ὡς ἤδη παρούσας αὐτὰς κηρύττων λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ἔπλασέ τε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, εἰκόνι με ἰδίᾳ τετίμηκε, δόξαν μοι ἀγγελικὴν περιέθηκε καὶ διὰ τῆς παραβάσεως τῷ θανάτῳ παραλυθέντα με ἐλθὼν πάλιν ἀνεκαλέσατο· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι· Τὸν κατ' ἐμοῦ δράκοντα ὄφιν ἐθανάτωσε, πύλας χαλκᾶς τοῦ θανάτου ἐν τῷ ᾅδῃ αὐτὸς γενόμενος συνέκλασε καὶ μοχλοὺς σιδηροῦς συνέτριψε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τρυφῆς παραδείσου ἐκβληθέντα με εἰςήνεγκε πάλιν οὐ τῇ ἐμῇ δικαιοσύνῃ, ἀλλὰ τῇ αὐτοῦ χάριτι, οὐρανοῦ μοι πύλας ἤνοιξε, βασιλείαν οὐρανῶν ἐπηγγείλατο, κλίμακά μοι ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτειλε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν