Ancient Greek · ~6 min
Pg 356
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 356
Not analysed yet
τὸν βίον τοῦτον ἀγαπῶν ἄνθρωπος ψεύστης ἐστίν, ὁ δὲ τὸν βίον τοῦτον ἐν ἀρεταῖς μεταδιώκων οὐκ ἔστι ψεύστης· οὐ γάρ ἐστιν ἄνθρωπος ὁ τοιοῦτος, ἀλλὰ θεός, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἐνοικοῦντος ἐν αὐτῷ χάριν, οἷος ἦν Παῦλος καὶ Πέτρος, οἵτινες εἶχον ἐν αὐτοῖς λαλοῦντα Χριστόν· οὗτοι γὰρ οὐκ ἦσαν ψεῦσται, ἀλλ' ἀληθεῖς· οὐδὲ γὰρ ἦσαν ἄνθρωποι, πνεῦμα γὰρ εἶχον θεῖον λαλοῦν ἐν αὐτοῖς. Τούτοις οὐκ ἔμελε περὶ χρημάτων, οὐ περὶ κτήσεων· πῶς γὰρ ἂν τούτοις ἔμελεν, ὁπότε ἔλεγεν αὐτοῖς· Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν; Οὔτε ἠπείλουν ἀμύνασθαι ἐχθρούς· οὐδὲ γὰρ εἶχον ἐχθρούς. Ἐφύλαττον γὰρ τὸ τοῦ κυρίου πρόςταγμα λέγοντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Οὗτοι ἔτη πολλὰ ἑαυτοῖς οὐχ ὑπέγραφον ζωῆς· ἕκαστος γὰρ αὐτῶν ἔλεγε· Καθ' ἡμέραν ἀποθνήσκω νὴ τὴν ὑμετέραν καύχησιν. Ἄκουε τοῦ ἀποστόλου λέγοντος· Ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῷ φαινομένῳ, ὡς πλάνοι ἐσμέν· ἄνθρωποι γὰρ φαινόμενοι· ὅσον δὲ ἐν τῷ κηρύγματι τῆς καρδίας καὶ τῆς πολιτείας, ἀληθεῖς ἐσμεν. Καὶ ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῇ ἡμετέρᾳ προθέσει, καθ' ἑκάστην ἡμέραν ἀποθνήσκομεν, ὅσον δὲ τῇ τοῦ κυρίου πίστει, ζῶμεν. Εἶτα μετὰ τοῦτο· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης, ἐπάγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Θεωρήσας ὁ προφήτης τὴν ἐξ