Ancient Greek
Sect 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] 4
Not analysed yet
Εἶτα τὸ ἑξῆς· «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡ νεφέλη τοὺς Ἑβραίους ἐξερχομένους ποτὲ ἐκ τῆς Αἰγύπτου ἐσκέπαζεν, τὰς μὲν τοῦ ἡλίου καυσωνιζούσας ἀκτίνας ἀναχαιτίζουσα, ταῖς δὲ ἰδίαις αὐγαῖς αὐτὴν φωταγωγοῦσα. Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ.» Τί δέ ἐστιν τὸ· «νεφέλη κύκλῳ αὐτοῦ»; ἄλλο νεφέλη καὶ ἄλλο γνόφος. Νεφέλη γάρ ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος δέ ἐστιν ἀχλυώδης, καὶ ὁμιχλώδης σκοτασμός. Πῶς οὖν νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ προέταξεν τὴν νεφέλην καὶ τότε τὸν γνόφον. Πρῶτον γὰρ ἡ νεφελότης (θεότης̣) καὶ τότε ἡ ἀνθρωπότης. Νεφέλη οὖν εἶπεν ἵνα διὰ τῆς νεφέλης τὸ θεοειδὲς αὐτοῦ καὶ φωτοφόρον τῆς θεότητος ἐνδείξηται κάλλος· γνόφον δὲ εἶπεν ἵνα διὰ τοῦ γνόφου τὸ ἀνθρώπινον σημάνῃ κάλυμμα· τούτῳ τῷ γνόφῳ τὴν ἑαυτοῦ πορείαν ὁ θεοῦ λόγος ἔκρυψεν.