Ancient Greek · ~3 min
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] 5
Not analysed yet
Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· «ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Πόδας δὲ Θεοῦ εἶπεν ἵνα τὴν ἐπὶ γῆς πορείαν αὐτοῦ μηνύσῃ. «Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἔκρυψεν δὲ τὴν πορείαν τῆς θεότητος αὐτοῦ τῷ καλύμματι τῆς σαρκὸς, ἵνα μὴ ταῖς ἀντικειμέναις δυνάμεσιν γνώσθῃ ἡ πολυποίκιλος αὐτοῦ τῆς σοφίας ὁδός. «Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Καθὼς καὶ ὁ προφήτης λέγει· «ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασιν πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Καὶ τὰ μὲν ἴχνη αὐτοῦ οὐ γνωσθήσονται, λέγει ὁ προφήτης, τὴν δὲ τῆς θεότητος αὐτοῦ γέννησιν Εὐνόμιος ἐξιχνιάζειν τολμᾷ.