Ancient Greek
Sect 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] 7
Not analysed yet
Καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἢ πάντως τὸ σῶμα. Ὅτι δὲ τὸ σκήνωμα τοῦ σώματος λέγει σκότος, ὁ ἑξῆς στίχος τοῦ ψαλμοῦ σε διδαξάτω. Μετὰ γὰρ τὸ εἰπεῖν «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἐπήγαγεν λέγων· «κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Εἶδες αὐτοῦ τὴν νεφέλην; ἔγνως αὐτοῦ τὸν γνόφον; ἔγνως τί ἐστιν γνόφος; νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ σκότος, φησὶν ἡ γραφὴ, ὁ θεὸς ἐκάλεσεν νύκτα», νὺξ μὲν ἦν εἰς τὰ ἔθνη· τὴν νύκτα οὖν ἐνεδύσατο ὁ κύριος· τὸ ἡμέτερον σκῆνος ἐφόρεσεν.