Ancient Greek · ~3 min
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] 8
Not analysed yet
«Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.» Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός. «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου»· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ «ἐρεύγεται ῥῆμα»· λέγει γὰρ οὕτως· «οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.» Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· «λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ.»