Ancient Greek · ~22 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Exiit edictum [Sp.] 2.1
Not analysed yet
Ποῖος οὗτος ὁ λίθος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ. Οὐχ Ἡσαΐας δὲ λέγει μόνος τοῦτον τὸν λίθον, ἀλλὰ καὶ Δαυῒδ προφητεύει· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Ποία ἐγένετο ἡ γωνία; Πᾶσα γωνία συνάπτει ἑαυτῇ δύο τοίχους· συνῆψε δὲ ὁ λίθος Καινὴν καὶ Παλαιὰν, δύο λαοὺς ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων· διὸ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· οὐκ ἐν τοῖς πάντων ὀφθαλμοῖς, ἀλλ' ἐν ὀφθαλμοῖς ἡμῶν τῶν πιστευόντων. Ὅταν τοίνυν ἴδῃς τὴν Ἐκκλησίαν διὰ τοῦ ἑνὸς λίθου κατεχομένην ἐξ Ἰουδαίων καὶ ἐξ Ἑλλήνων, νόει μάλιστα τὸ λεγόμενον. Ἀλλὰ πάντως εἴποι τις ἄν· Καὶ ποῦ ἐν ἡμῖν οἱ ἐξ Ἰουδαίων; ἐξ Ἑλλήνων μὲν γὰρ ὁρῶμεν. οἱ δὲ ἐξ Ἰουδαίων ποῦ τυγχάνουσι; Πόθεν ἦν ὁ Παῦλος; πόθεν ἦν ὁ Πέτρος; πόθεν δὲ ὁ Ἀνδρέας; πόθεν δὲ ὁ Ἰωάννης; πόθεν δὲ ἡ μυρίανδρος ἐν τῇ Ἱερουσαλὴμ Ἐκκλησία; Πρῶτον ἀπὸ Ἰουδαίων, εἶτα ἐξ Ἑλλήνων. Ὅτε γὰρ ἐπίστευσαν οἱ παρ' αὐτοῖς τὴν ἐλπίδα ἔχοντες τῆς εὐσεβείας, τότε ἦλθεν ἡ ῥάβδος ἡ σιδηρᾶ, καὶ διεσκόρπισε τοὺς παραμείναντας τῇ ἀπιστίᾳ. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Διὰ τί, Ὡς σκεῦος κεραμέως; Ἐὰν μὲν ὁ πηλὸς πέσῃ ἔτι ὑγρὸς ὢν, ἀναλαμβάνεται· ἐὰν δὲ γένηται σκεῦος, καὶ ἅπαξ πυρὶ προσομιλήσῃ, καὶ γένηται ξηρότατον ὄστρακον, ἐπειδὰν δὲ συντριβῇ, οὐκ ἔτι ἀνάληψιν ἐπιδέχεται. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἐν μέντοι τῇ βασιλείᾳ τῇ σιδηρᾷ Χριστὸς γεννᾶται· ἐτμήθη λίθος ἄνευ χειρῶν. Βλέπε σύμφωνα τὰ πράγματα, καὶ ὅμοια τὰ ῥήματα· καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ κατέπαυσε τὰς ἐπὶ γῆς βασιλείας· καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτο Ναβουχοδονόσορ ὁ βασιλεὺς ἑωράκει τὸ ὄναρ· ἐπλήσθη δὲ τὸ ἐνύπνιον, ἵνα μὴ διηγήσηται τοῖς μάγοις, καὶ συνήθως ἀπατηθῇ ὑπ' αὐτῶν, ἕτερα ἀνθ' ἑτέρων ἀκούσας. Μετὰ χρόνον οὖν ὀλίγον αὐτὸς ὁ Δανιὴλ καθ' ἕτερον τρόπον βλέπει τὸ ὄναρ· οὐκ ἦν δὲ ὄναρ, ἀλλ' ἀποκάλυψις ὀπτασίας· ἐδόκει εἶναι παρὰ τὴν θάλασσαν· καὶ λέγει Δανιήλ· Τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης. Ἠρέμα δὲ καὶ κατὰ μικρὸν ἀκολουθήσωμεν τῷ τύπῳ τῆς προφητείας· Ἀνέβαινε, φησὶ, τέσσαρα θηρία μεγάλα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων, καὶ, φησὶ, πλείστη ἐν αὐτοῖς διαφορά. Τὸ πρῶτον, ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. Ἔχεις ἐκεῖ χρυσὸν, ὧδε λέαιναν· διὰ τί λέαιναν ὧδε κἀκεῖ χρυσόν; Ἐκεῖ χρυσὸν διὰ τὸ τρυφηλὸν καὶ πλούσιον· ἐνταῦθα λέαιναν διὰ τὸ θηλυκὸν καὶ γυναικῶδες, ὅμως δὲ θηρίον. Τὸ πρῶτον, ὡσεὶ λέαινα. Δεύτερον εἶδε θηρίον ὡσεὶ ἄρκτον, καὶ εἰς μέρος ἓν ἐστάθη· ἐκεῖ ἄργυρος, ἐνταῦθα ἄρκτος, διὰ τὸ βαρύ. Τρίτον, φησὶ, θηρίον εἶδον ὡσεὶ πάρδαλιν, ὀξύτατον τὸ θηρίον. Ἐπειδὴ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὀξύτατα ἐπῆλθε τὴν Ἀνατολὴν, παρδάλει παρεβλήθη. Ἐκεῖ χαλκὸς διὰ τὸ εὔηχον τῆς Ἑλλάδος γλώσσης, ἐνταῦθα πάρδαλις διὰ τὸ ὀξύτατον τῆς ἐφόδου. Τὸ δὲ τέταρτον θηρίον μὲν ὀνομάζει, οὐ λέγει δὲ ὄνομα, ἀλλά φησι φοβερόν· φοβερώτατον περισσῶς· οἱ ὀδόντες αὐτοῦ μεγάλοι· περισσῶς ἐσθίον, καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ κατεπάτει· καὶ αὐτὸ δὲ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ ἦν φοβερὸν τὸ θηρίον· καὶ οὐκ εἶπεν αὐτοῦ τὸ ὄνομα. Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς προφητείας χωρίον, ἐπὶ Ῥωμαίων αὐτὸ προφέρων, ἵνα μὴ ὑβρισθῇ ἡ βασιλεία, ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει. Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συνέτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος ἐτέθη, παλαιὸς ἡμερῶν ἐκάθισε, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, τῷ παλαιῷ τῶν ἡμερῶν. Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ τί εὐθέως ἐγένετο; Οὐκ ἔτι τὰ θηρία, οὐκ ἔτι ἡ θάλασσα, οὐκ ἔτι τοῦ θηρίου ὁ φόβος· ἀλλ' ἔλαβε τὴν ἀρχὴν, καὶ αὐτὸς ἐδέσποζεν· Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαλυθήσεται· καὶ γὰρ ἡ ἀρχὴ αὐτοῦ ἕως γενεᾶς γενεῶν. Ἕως ὧδε, φησὶ, τὸ πέρας τοῦ λόγου· καὶ ὁ μὲν προφήτης οὕτω βλέπει τέσσαρας τὰς βασιλείας· ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν πραγμάτων· ὁ δὲ βασιλεὺς, ὡς ἥρμοττεν αὐτῷ, βλέπει ὡς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ τέσσαρας βασιλείας. Εἰ γὰρ εἶδεν ὁ βασιλεὺς ὡς θηρία τὰς βασιλείας, εἶτα ἡρμήνευσεν αὐτῷ Δανιὴλ, ἄτοπον ἂν ἦν λέγειν αὐτῷ· Σὺ εἶ τὸ πρῶτον θηρίον· ἔδοξε γὰρ ἂν ὑβρίζειν τὸν ἀκούοντα· ἀλλὰ βλέπει βασιλεὺς ὡς βασιλεὺς, καὶ βλέπει προφήτης ὡς ἐν ἄλλῳ τύπῳ παραπλήσια. Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῆ ἀνειληφόσι τὴν παλαιὰν ἱστορίαν, ἀλλ' ἵνα ὑμεῖς πληροφορηθῆτε, ὅτι ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτιμήθη, ἐπῃνέθη, πολυχρόνιος ὑπῆρξεν, ἐπειδὴ ἐπ' αὐτοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ ἀξιώματος. Δεῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ· τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη, ὁ Χριστὸς τίκτεται· τὰ δεκαπέντε τοίνυν ἔτη αὐτοῦ βασιλεύοντος Χριστὸς ἀνατρέφεται. Διαδέχεται δὲ Τιβέριος τὸν Αὔγουστον, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου βασιλεύοντος, ἔρχεται εἰς τὸν σταυρὸν, καὶ πάσχει, καὶ ἀνίσταται, καὶ ἀναλαμβάνεται. Ὥστε εἶναι μὲν Αὐγούστου ἔτη πεντεκαίδεκα, Τιβερίου δὲ ὀκτωκαίδεκα· Ἰησοῦς δὲ ἐπὶ Τιβερίου Καίσαρος βασιλεύοντος τριακονταέτης γενόμενος, ἀπεκάλυψε τὴν ἑαυτοῦ θεότητα ἐπὶ τοὺς μαθητὰς, καὶ ἐπὶ τούτοις τρία ἔτη ἐπεκήρυξε· πανταχοῦ γὰρ τιμία ἡ Τριάς· διὸ τρία κηρύξας ἔτη, τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου ἀπαντᾷ εἰς τὸ πάθος, τελέσας τῆς σαρκὸς τὴν οἰκονομίαν.