Ancient Greek · ~18 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Exiit edictum [Sp.] 3.1
Not analysed yet
Ἐγένετο τοίνυν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τὸ ἀνάγνωσμα ἀναλάβωμεν, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ σαφήνεια πραγμάτων, πρώτη γύμνωσις τῆς ἀληθείας, ἵνα μὴ ῥέμβηται τὸ γένος τῶν ἀνθρώπων· αὕτη πρώτη ἀπογραφή. Ἆρα καὶ αὐτοῖς σεσιώπηται τοῖς προφήταις; Ἀναδράμωμεν εἰς τὴν Παλαιὰν, ἐξετάσωμεν τὰ Ἰουδαϊκὰ καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀπιστίας. Καλῶ τὸν Δαυῒδ εἰς μαρτυρίαν, ἄνδρα ἀξιόπιστον, Ἰουδαίοις μὲν τίμιον, ἕως ψιλῆς τῆς μνήμης, τῇ δὲ Ἐκκλησίᾳ πιστόν. Τί τοίνυν λέγει Δαυΐδ; Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων. Ταῦτα τὰ ῥήματα τοῦ προφήτου, ταῦτα τὰ πράγματα τοῦ Εὐαγγελίου. Αὕτη πρώτη ἀπογραφή· ἀνέβη δὲ, φησὶ, καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ὥστε ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐπὶ γὰρ μόνοις τοῖς μνήστροις ἡ σύλληψις ἐγένετο. Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Οὐδὲν εὐτελέστερον τούτου τοῦ πράγματος, οὐδὲν πτωχότερον τῆς Ἰησοῦ γενέσεως. Ἰησοῦς ἐπτώχευε δι' ἡμᾶς, πλούσιος ὤν· ἔθηκεν ἐν φάτνῃ Μαριὰμ τὸν Σωτῆρα· οὐδὲν ἦν ὑποκείμενον, οὐδὲν ἐπικείμενον· οὐδὲ γὰρ χρείαν εἶχεν ὁ Σωτὴρ τῆς τοιαύτης θεραπείας, οὐδὲ ἐπιμελείας τῆς ἔξωθεν ἐπεδέετο, ὥσπερ οὐδὲ νόμῳ φύσεως συλλαμβάνεται. Ἤρκει γὰρ ἡ πρόσχρησις ἡ τῆς Παρθένου· τὰ δὲ πάντα αὐτὸς ἦν ὁ οἰκονομῶν. Οὕτω, φησὶν, ἔθηκεν αὐτὸν ἐν φάτνῃ, καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες. Ὁ μὲν Ματθαῖος ἱστορεῖ, ὅτι μάγοι παρεγένοντο· ὁ δὲ Λουκᾶς, ὅτι καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ ἀγραυλοῦντες· ἐκεῖ μάγοι, ἐνταῦθα ποιμένες. Καὶ ἦλθεν ἄγγελος πρὸς αὐτοὺς μεγάλα φωνῶν πράγματα· Χαρὰν μεγάλην ὑμῖν εὐαγγελίζομαι σήμερον, ὅτι Σωτὴρ ἐτέχθη τῷ κόσμῳ ἐν πόλει Δαυΐδ· καὶ τοῦ ἑνὸς λαλοῦντος ἀγγέλου, ἠνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ὤφθη μία συμφωνία ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Πάντα γὰρ μέλλει συνάπτεσθαι, ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς ἑνότητα ἔρχεσθαι, ἵνα τὰ κάτω γένηται ἄνω, ἵνα ὑπάρξῃ εἰρήνη τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Ποιμένες τοίνυν εὐαγγελίζονται· διὰ τί ποιμένες; Ἐπειδὴ ἦμεν πεπλανημένοι δίκην προβάτων, ἦλθε τῷ κόσμῳ ποιμὴν Χριστὸς Ἰησοῦς, ὁ Σωτὴρ τῆς οἰκουμένης, καὶ ποιμένες εὐαγγελίζονται διὰ τὸν ποιμένα, καὶ Δόξα ἐν ὑψίστοις Θεῷ. Ἔμελλον γὰρ ἄνθρωποι δοξάζειν, καὶ εὐχαριστεῖν τῷ πέμψαντι ἐπὶ γῆς εἰρήνην· ἀπηλλάττοντο γὰρ οἱ ἄνθρωποι τῆς πρὸς τὸν Θεὸν ἔχθρας. Ἐν ἀνθρώποις εὐδοκία· ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν. Οἱ μὲν οὖν ποιμένες, εὐαγγελισθέντες καὶ ἀκούσαντες τὸν λόγον, εἶδον τὰ πράγματα· ἦλθον εἰς τὸ σπήλαιον· οὐκ εἶδον στρωμνὴν, οὐκ εἶδον κλίνην, οὐκ εἶδον τραπέζης παρασκευὴν, ἀλλὰ καθημένην Μαριὰμ καὶ Ἰωσὴφ, καὶ τὸν παῖδα ἀνακεκλιμένον. Οὐ λέγει τοίνυν ὁ εὐαγγελιστὴς πρῶτον πατέρα, ἀλλὰ λέγει πρῶτον Μαριάμ· ἐκείνη γὰρ μήτηρ ἀληθῶς· μᾶλλον δὲ οὐδὲ αὐτὴ μήτηρ, ἐπειδὴ οὐδὲ ἔτεκε φυσικῶς, ἀλλὰ συνέλαβεν ὑπερφυῶς. Οὐ γὰρ ᾔδει τὸ γινόμενον, ἀλλ' ἐργαλεῖον ἦν τοῦ τεχνίτου. Εἶδον μέντοι τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸν παῖδα ἀκούσαντες τὸν λόγον εἶδον τὰ πράγματα, ἐθαύμασαν, ἀνεσώθησαν. Ἔκειτο μέντοι τὸ παιδίον ἀνεχόμενον τῆς τέως ἀτελοῦς κατασκευῆς τοῦ σώματος, καὶ φέρον τὴν αὔξησιν τούτου· καὶ ὥσπερ τεχνίτης ἐξεδέχετο καὶ κατεσκεύαζε τὸ ἐργαλεῖον, ἵνα ὥσπερ ὁ κιθαρῳδὸς χρήσηται τῇ κιθάρᾳ, καὶ ὥσπερ ὁ τοξότης χρήσηται τῷ τόξῳ καὶ τῷ βέλει εἰς δέον· οὕτω καὶ Ἰησοῦς, κοινωνῶν τοῖς πᾶσι, κατ' ὀλίγον αὐξάνεται. Διὰ τί οὖν μὴ ἀθρόως; διὰ τί μὴ τέλειος ἅμα παρεγένετο; Ἦλθε μιμήσασθαι τὴν φύσιν ἡμῶν, ἵνα ἁγιάσῃ τὸ φύραμα διὰ τῆς ἀπαρχῆς. Εἰ μέντοι τέλειος ἐπεδήμησε καθ' ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν· Οὐκ ἔτεκεν αὐτὸν παρθένος, οὐκ ἔλαβεν ἐκ τοῦ ἡμετέρου γένους τὸ φύραμα. Ἐτέχθη τοίνυν ἐκ παρθένου, ἐκ τοῦ κοινοῦ φυράματος λαβὼν, ἵνα ἁγιάσῃ τὸν Ἀδὰμ τὸ ἑαυτοῦ πλάσμα· καὶ διὰ τοῦτο κατ' ὀλίγον αὐξάνεται, καὶ ἀνθρώποις συναναστρέφεται μὲν ὡς ἄνθρωπος, ἀλλὰ Κύριος ὢν τῆς φύσεως, ἀναμαρτήτως ἐπολιτεύσατο. Ὅταν τοίνυν ἀκούσῃς αὐτὸν παιδίον, ἀναλάμβανε ἐκείνην τὴν προφητείαν Ἡσαΐου, ἣν ἔλεγεν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅταν ἀκούσῃς παιδίον, μὴ καταφρόνει τοῦ ὀνόματος, ἀλλὰ θαύμασον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ θαύμασον τῆς οἰκονομίας τὴν σωτηρίαν, ἵνα γένῃ ἄξιος ἀκούειν τῶν εὐαγγελικῶν λόγων, διὰ πίστεως παρακολουθῶν, διὰ καρτερίας γυμναζόμενος, δι' εὐλαβείας ἀγωνιζόμενος, δι' ἀγάπης τελειούμενος, διὰ πάντων ὁλόκληρος γινόμενος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.