Ancient Greek · ~11 min
ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ εἰς τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 10
Not analysed yet
Οἱ γοῦν περὶ εἱμαρμένης ληροῦντες, καὶ τῷ σωτηριώδει τῆς ἀναστάσεως διαπιστοῦντες λόγῳ, ἀπὸ συνειδότος πονηροῦ καὶ πράξεων διεφθαρμένων ἐπὶ τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες βουλόμενοι τὸ πνῖγος ἀποτινάξασθαι, κατὰ ψυχρῶν ἑαυτοὺς πολλάκις ἔῤῥιψαν ὑδάτων, καὶ πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν. Διὰ τοῦτο ἐνταῦθα ἑαυτοὺς διὰ τῶν ψυχρῶν λογισμῶν πρὸς βραχὺ παραμυθησάμενοι, μείζονα τῆς γεέννης ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἡ δὲ ἀγαθὴ συνείδησις ἀπὸ βίου καὶ πράξεων ὀρθῶν γένοιτ' ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν ἀλλαχοῦ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως. Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ τῆς φιλαργυρίας ἐπελάβοντο; Ἅπερ ἅπαντα λογισάμενοι μετ' ἀκριβείας, ἐπιμελώμεθα πολιτείας ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ τῆς τῶν ἔργων ἀμοιβῆς ἡτοιμασμένον, ἕτερον δὲ, τὸν ἐκ τῆς κατὰ πίστιν στεῤῥότητος. Ὅπερ γάρ ἐστιν ἡ τροφὴ τῷ σώματι, τοῦτο ἡ πολιτεία τῇ πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρατηθείη χωρὶς τροφῆς, οὕτως οὐδὲ ἡ πίστις χωρὶς ἔργων ἀγαθῶν· Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά. Ἓν ὑπολέλειπται λοιπὸν εἰπεῖν, τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν ἁπλῶς, ἔχοντες τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν καὶ τοῦτο τῷ λόγῳ· ἀλλ' ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος. Διόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ' ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι. Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν. Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς, καὶ ὑμῖν μετὰ προθυμίας ἀκοῦσαι, καταξιώσειε καὶ τὸν διὰ τῶν ἔργων ἐπιδείξασθαι καρπὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.